Ancient Greek · ~7 min
Α, Περὶ εὐκρινείας.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-3
Not analysed yet
Ἡ δὲ εὐκρίνεια ἔχει μέν τινα καὶ φύσει σαφηνείας 4 ἐργαστικά, τό γε μὴν πλεῖστον σχεδὸν ἐπίκουρός ἐστι τῆς καθαρότητος πρὸς ὅπερ ἐκείνη ποιεῖν βούλεται· ἣ μὲν γὰρ βούλεται σαφῆ ποιεῖν τὸν λόγον, ἡ καθαρότης, ἢ δέ, εἰ τι πάσχοι ὑπεναντίον αὐτῇ κατʼ ἀνάγκην τινά, αἳ δὴπολλαὶ περὶ τοὺς λόγουςεἰσὶ διαμαρτίαι, διορθοῦται, ἡ εὐκρίνεια. καὶ τὸ πλεῖστόν γε ὅπερ ἔφην ἔχει περὶ τὴν μέθοδον· τό τε γὰρ τάξαι, τι πρῶτον καὶ τί δεύτερον ἀπαιτεῖν χρὴ τοὺς δικάζοντας, εὐκρινείας ὂν μέθοδος οἶμαί τίς ἐστιν. οὐ γὰρ εἰ καὶ δεινῶς τι ποιεῖ, ὅταν λέγῃ «τίνων προσήκει τῇ πόλει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν» καὶ ὅτι «πρῶτον μὲν ὧν ἀπήγγειλεν, εἶτα ὧν ἑπεισε καὶ τῶν ἐξῆς, οὐ τοῦτο νυνὶ σκεπτέον, ἀλλʼ ὅτι διὰ δεινότητα συγχεῖν μέλλων τὰ πράγματα καὶ ἀναστρέφειν τὴν τάξιν τὴν ἐν αὐτοῖς ὅμως τῷ γε ὡς αὐτὸς εἰπεῖν ἐβούλετο προσήγαγε σαφήνειαν διὰ τῆς μεθόδου. τὸ δὲ μὴ τόδε τοῦδε πρῶτον εἰπεῖν, εἰ καὶ τῇ τάξει πρῶτον ἦν, ἀλλὰ τόδε, πολλάκις καὶ σαφέστερον ὁμοῦ καὶ δεινότερον ἐποίησε τὸν λόγον, ὥσπερ τὸ «δεῖ δὲ ὑμᾶς πρῶτον ἀπάντων ἀκοῦσαι καὶ μαθεῖν, τί ποτʼ ἔστι τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός» καὶ ὅτι ἡ πρὸς ἀλλήλους τῶν Θρᾳκῶν διαφορά. ἦ γὰρ ἂν ἀσαφὲς αὐτῷ τὸ κατασκευαζόμενον ἔμεινεν, εἰ Χαρίδημον πρῶτον διέβαλεν, ὅτι κατασκευάζει Κερσοβλέπτῃ τὴν ἀρχήν, εἶθʼ οὕτως ἐπήγαγε τὸ «τί ποτʼ ἔστι τὸ τὴν Χερρόνησον ἀσφαλῶς ἔχειν πεποιηκός». νῦν δὲ τοῦτο ἐκείνου προθεὶς εὐθύς καὶ ἐν προοιμίοις, ὅτι ἐστὶν αὐτῷ ἡ σπουδὴ ὑπὲρ τοῦ Χερρόνησον ἔχειν αὐτοὺς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, καὶ μετὰ ταῦτα εὐθὺς κατʼ ἀρχὰς τοῦτο σαφηνίσας διὰ τοῦ κατασκευάσαι τὴν ἀσφάλειαν εἶναι τῆς κτήσεως ἐν τῇ τῶν Θρᾳκῶν διαφορᾷ εὐκρινῆ τε καὶ σαφῆ πεποίηκε τὸν λόγον· εἰ δʼ ὅτι καὶ δεινόν, ἑτέρου λόγου.