Ancient Greek · ~3 min
Α, Περὶ ἀξιώματος τοῦ λόγου καὶ μεγέθους.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-4
Not analysed yet
Μετὰ τὸν περὶ σαφηνείας λόγον ἀκόλουθον ἂν εἴη περὶ μεγέθους εἰπεῖν λόγου, διότι καὶ ἀναγκαῖόν ἐστι τῷ σαφεῖ μέγεθός τε προσεῖναι πάντως καὶ ὄγκον τινὰ καὶ ἀξίωμα· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελές, ὃ δὴ καὶ ἐναντίον ἐστὶ τῷ μεγέθει. ὅπερ οἶμαι καὶ ὁ ῥήτωρ ἐπιγνοὺς διὰ μὲν τὸ πάντως δεῖν σαφῆ τὸν πολιτικὸν εἶναι λόγον διόλου κέχρηται τοῖς ποιοῦσι τὴν σαφήνειαν, διὰ δὲ τὸ κινδυνεύειν ἕνεκα ταύτης ἐκπίπτειν αὐτῷ τὸν λόγον εἰς τὸ εὐζωνότερον κατέμιξεν αὐτῇ τὰ ποιοῦντα τὸ μέγεθος καὶ διαφερόντως πεπλεόνακε τῇ περιβολῇ. ἀλλὰ διότι μὲν ταύτῃ πεπλεόνακεν, αὐτίκα ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς εἰρήσεται· νυνὶ δὲ ἀναγκαῖόν ἐστι δήπουθεν πρῶτον περί τε αὐτοῦ τοῦ μεγέθους καὶ τῶν ποιουσῶν ἰδεῶν τὸ μέγεθος εἰπεῖν, ὧν δὴ μία ἐστὶ καὶ ἡ περιβολή, ἵνα μὴ συγχέηται ἡμῖν ὁ λόγος.