Ancient Greek
Α, Περὶ σφοδρότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-6
Not analysed yet
8 Ἡ δὲ σφοδρότης ἐννοίας μὲν ἔχει καὶ αὐτὴ τὰς ἐπιτιμητικὰς καὶ ἐλεγκτικὰς καθάπερ ἡ τραχύτης· ἀλλʼ ἡ μὲν τραχύτης κατὰ μειζόνων προσώπων καὶ αὐτῶν δὲ τῶν δικαστῶν ἢ ἐκκλησιαστῶν γίνεται, ὡς ἐδείξαμεν, ἡ δὲ σφοδρότης κατὰ ἐλαττόνων προσώπων, οἷον κατὰ τῶν ἀντιδίκων ἢ καθʼ ὧν ἂν καὶ οἱ ἀκούοντες δέξαιντο ἡδέως, οἷον εἰ κατὰ Φιλίππου λέγοι ὁ Δημοσθένης ὅτι «βάρβαρος, ὄλεθρος Μακεδών», καὶ τῶν τοιούτων. καὶ ταύτῃ γε πρῶτον διαφέρει τραχύτητος ἡ σφοδρότης, κατʼ ἔννοιαν. διὸ καὶ φανερωτέρας ἔχει τὰς κατηγορίας αὕτη, σχεδὸν λοιδορίας οὔσας, ὥσπερ ἐν τῷ λεγομένῳ κοινῷ τόπῳ· ἐπιδέχεται γὰρ τὰ πρόσωπα ταῦτα τὸ τοιοῦτον εἶδος, ἐκεῖνα δὲ οὐκέτι, λέγω τὰ τῆς τραχύτητος. παράδειγμα σφοδρότητος σχεδὸν μὲν ἅπας ὁ Κατὰ Ἀριστογείτονος τοῦ Δημοσθένους λόγος, ἐπιφανέστερον δʼ αὐτοῦ τὸ «οὗτος οὖν αὐτὸν ἐξαιτήσεται; ὁ φαρμακός, ὁ λοιμός, ὃν οἰωνίσαιτʼ ἄν τις μᾶλλον ἰδὼν ἢ προσειπεῖν βούλοιτο;» πολλὰ δʼ ἄν τις καὶ ἀπὸ τῶν ἄλλων αὐτοῦ λόγων λάβοι τοιαῦτα, οἷον «ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων» καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς» καὶ πάλιν «τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις; καὶ «σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί», καὶ ὅλως, ὅπερ ἔφην, μυρία τούτου καὶ ἐν δικανικοῖς καὶ ἐν συμβουλευτικοῖς ἔστι παραδείγματα Ἀλλʼ ἔννοιαι μὲν αὗται σφοδρότητος. εἰ δέ τις αὐτὰς καὶ τραχείας ὀνομάζειν βούλοιτο ἢ πάλιν τὰς τραχείας σφοδράς, οὐδὲν ἔμοιγε διοίσει· πλὴν ὅτι γε διαφέρουσιν ἀλλήλων καὶ ὅτι πλέον ἔχει τι ἡ σφοδρότης τῆς τραχύτητος καὶ ὡς οὐκ ἂν δύναιο σφοδρότητι χρῆσθαι ἐπὶ τοῦ μείζονος ἢ κατὰ σὲ προσώπου, πλὴν εἰ οἱ ἀκούοντες ἡδέως δέχοιντο, δῆλον ἐκ τούτων καὶ ὅτῳ μικρὸν αἰσθήσεως τῆς περὶ λόγους μέτεστι.