Ancient Greek · ~3 min
Α, Περὶ ἀκμῆς.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-8
Not analysed yet
Ὅπως μὲν ἡ σεμνότης καὶ μετʼ ἐκείνην ἡ τραχύτης 10 ἢ τε σφοδρότης καὶ ἔτι λαμπρότης αὐταὶ καθʼ ἑαυτὰς γίνονται καὶ τῷ λόγῳ μέγεθος σὺν ἀξιώματι καὶ ὄγκῳ προστιθέασιν, ἱκανῶς ἡμῖν ἐν τοῖς ἔμπροσθεν εἰρημιένοις μετὰ τὸν περὶ σαφηνείας δέδεικται λόγον. ἕποιτο δʼ ἄν τῷ περὶ τραχύτητός τε καὶ σφοδρότητος καὶ ἔτι τῷ τῆς λαμπρότητος ἀναγκαίως ὁ περὶ ἀκμῆς λόγος, κατὰ μὲν τὰς ἐννοίας ἐναντιοῦται πάλιν, ὅσα τῇ τε σφοδρότητι καὶ τραχύτητι, κατὰ δὲ τὰ λοιπά, ὅσα καὶ λαμπρότητι. λέγειν δὲ περὶ ἀκμῆς ἕπεται μετὰ τὰ προειρημένα ἀναγκαίως τά τε ἄλλα καὶ ὅτι διὰ τούτων πως γίνεσθαι πέφυκεν ἡ ἀκμή, ὡς ἐνεδειξάμεθα καὶ τοῦτο κατʼ ὀλίγον μέν πως καὶ ἐν τῷ περὶ τραχύτητος, δείξομεν δὲ καταφανέστερον ἐνταῦθα ἀναγκαίως ἐν τῷ περὶ αὐτῆς λόγῳ τῆς ἀκμῆς, μᾶλλον δὲ εὐθύς ἐξ ἀρχῆς φανερὸν ἔσται.