Ancient Greek
Α, Section 1
Hermogenes, Περὶ ἰδεῶν λόγου 1.1
Not analysed yet
Εἴπερ ἄλλο τι τῷ ῥήτορι τὰς ἰδέας οἶμαι τοῦ λόγου 1 τῶν ἀναγκαιοτάτων εἶναι γινώσκειν, ὅπῃ ποτὲ ἔχουσι καὶ ὅπως γίνονται. καὶ γὰρ τὸ τὰ τῶν ἄλλων εἰδέναι κρίνειν, καθʼ ὅ τι τε καλῶς ἂν ἔχοι καὶ ἀκριβῶς καὶ καθʼ ὅ τι μή, εἴτ’ οὖν τῶν ἀρχαίων εἴη τινὸς εἴτε καὶ τῶν νεωτέρων, οὐκ ἄνευ τῆς περὶ ταῦτα ἐπιστήμης γένοιτ’ ἄν· εἴτε καὶ αὐτός τις γενέσθαι βούλοιτο λόγων ἐργάτης καλῶν τε καὶ γενναίων καὶ παραπλησίων τοῖς τῶν ἀρχαίων, τό γε τῆς ἐπιστήμης ταύτης ἀναγκαιότατον, εἰ μέλλοι μὴ σφόδρα πόρρω τἀκριβοῦς τις ἀπενεχθήσεσθαι. ἡ γάρτοι μίμησις καὶ ὁ ζῆλος ὁ πρὸς ἐκείνους μετὰ μὲν ἐμπειρίας ψιλῆς καί τινος ἀλόγου τριβῆς γινόμενος οὐκ ἂν οἶμαι δύναιτο τυγχάνειν τοῦ ὀρθοῦ, κἂν πάνυ τις ἔχῃ φύσεως εὖ· τοὐναντίον γὰρ ἴσως ἂν αὐτὸν καὶ σφάλλοι μᾶλλον τὰ τῆς φύσεως πλεονεκτήματα χωρὶς τέχνης τινὸς ἀλόγως ᾄττοντα, πρὸς ὅ τι καὶ τύχοι· μετὰ μέντοι τῆς περὶ ταῦτα ἐπιστήμης καὶ γνώσεως ὅτε τις τοὺς ἀρχαίους ἐθέλοι ζηλοῦν, κἂν μετρίως ἔχῃ φύσεως, οὐκ ἂν ἁμαρτάνοι τοῦ σκοποῦ. κράτιστον μὲν γάρ, εἰ καὶ τὰ τῆς φύσεως συλλαμβάνοιτο· πλείονι γὰρ ἂν οὕτως ἀγαθόν τις ἐργάσαιτο· εἰ δὲ μή, ἀλλ᾿ ὅ γε μαθητόν ἐστι καὶ διδακτόν, οὐκ ἐν ἄλλοις ἐφʼ ἡμῖν δὲ ὄν, πειρατέον κτᾶσθαι· τάχα γὰρ ἂν οὕτω καὶ τοὺς εὖ πεφυκότας οἱ μὴ τοιοῦτοι μελέτῃ καὶ τῇ κατʼ ὀρθὸν ἀσκήσει παρέλθοιεν. οὕτω δὲ ὄντος μεγάλου τε καὶ ἀναγκαίου τοῦ περὶ τῶν ἰδεῶν λόγου καὶ τοῖς ἐργάζεσθαι ταῦτα καὶ τοῖς εἰδέναι κρίνειν βουλομένοις, τοῖς δὲ ἄμφω καὶ πολὺ μᾶλλον, οὐ χρὴ θαυμάζειν, εἰ μὴ ῥᾴδιον αὐτὸν μηδʼ οἷον ἁπλῆς τινος δεῖσθαι πραγματείας ὄντα εὑρίσκοιμεν· ἐπεὶ μηδὲ ἄλλο τι τῶν χρηστῶν ἐκ τοῦ ῥᾴστου περιγίνεσθαι πέφυκε, λόγων δὲ καλῶν τε καὶ γενναίων καὶ πάσης ἀπλῶς ἰδέας αὐτῶν εἰ μέλλοι τι χρηστότερον ἀνθρώποις οὖσι καὶ ζῴοις λογικοῖς γενήσεσθαι, θαυμάζοιμιʼ ἄν.