Ancient Greek · ~5 min
Α, Section 1
Hermogenes, Περὶ ἰδεῶν λόγου 1.2
Not analysed yet
Μέλλων δὲ ἐπʼ αὐτὸ χωρεῖν ἤδη τὸ διδάσκειν περὶ ἑκάστου τούτων, τοσοῦτον προδιορισάμενος αὐτὸ ποιήσω, ὅτι νῦν ἐστιν ἡμῖν οὐ περὶ τῆς Πλάτωνος ἢ Δημοσθένους ἢ τοῦ δεῖνος ἰδέας ὁ λόγος· λελέξεται μὲν γὰρ ἐν ὑστέρῳ καὶ περὶ τούτων, τὸ δὲ νῦν οὐ περὶ τούτων, ἀλλʼ αὐτὸ ἕκαστον καθʼ αὐτὸ πρόκειται, ὁποῖόν τί ἐστι σεμνότης δεῖξαι καὶ ὅπως γίνεται, ὁποῖόν τί ἐστι τραχύτης ἢ ἀφέλεια καὶ τὰ λοιπὰ τῶν λόγων εἴδη. ἐπειδὴ δὲ ἐκείνων δήπουθεν ἕνεκα —λέγω τῶν κατʼ ἄνδρα εὐδοκιμούντων —καὶ ταύτης δεόμεθα τῆς πραγματείας, ἀνάγκη προχειρισαμένους ἡμᾶς τὸν μάλιστα τῶν ἄλλων ποικίλως χρησάμενον τῷ λόγῳ καὶ σχεδὸν ἐξ ἀπάσης ἰδέας συμμιγεῖ διὰ τούτου περὶ ἀπασῶν εἰπεῖν τῶν ἰδεῶν· ἀνάγκη γὰρ τά τε μέρη καθʼ ἕκαστον καὶ τὸ ὅλον εἶδος τοῦ τοιούτου δεικνύντας, ὅθεν τε καὶ ἐξ ὧν συνἐστηκεν, ὁποῖόν τέ ἐστι καὶ διʼ οὗ τοιοῦτον, περὶ πάσης τε ἰδέας λόγων ἀκριβῶς εἰπεῖν καὶ τίς ἡ μῖξις αὐτῶν καὶ πῶς μιγνυμένων τῶν αὐτῶν τοτὲ μὲν ποιητικός, τοτὲ δὲ οὐ ποιητικός, καὶ τοτὲ μὲν πανηγυρικός, τοτὲ δὲ συμβουλευτικὸς ἢ δικανικὸς ἢ ὅλως τοιόσδε ἢ τοιόσδε ὁ λόγος γίνεται.