Ancient Greek · ~13 min
Β, Περὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν ὡραίου τε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1.1-5
Not analysed yet
Ἔφην ἐρεῖν τι καὶ περὶ δριμύτητος καὶ ὀξύτητος ὡς προσηκούσης τῷ ἀφελεῖ τε καὶ ἡδονὴν ἔχοντι λόγῳ· ἧς ὁποῖαι μέν εἰσιν αἱ ἔννοιαι, καὶ ὀλίγῳ πρότερον εἰρήκαμεν ἐν τῷ περὶ ἀφελείας, ὅτι εἰσὶν οἷον ἐξ ἐπιπολῆς βαθεῖαι· ἴσως οὖν τοῦτο οὐδὲ ἔννοια, μέθοδος δέ τίς ἐστι τὸ μὴ περινενοημένως λέγειν, ἁπλῶς δὲ καὶ ἀνειμένως τὰ περινενοημένα· διὸ καὶ ἴδιον τοῦτο ἀφελείας, λέγω τὸ τῆς τοιαύτης μεθόδου. καὶ πολλά γε ἔφην τούτου τὰ παραδείγματα εἶναι παρὰ τῷ Ξενοφῶντι, ἀναγκαίως, διὰ τὸ ἀφελὲς τῆς συγγραφῆς. —Ἕτερον δὲ παρὰ ταύτην τὴν δριμύτητα εἰτε καὶ ὀξύτητα δριμύτητός ἐστιν εἶδος, περὶ οὗ δυσχερὲς ἀποφήνασθαι, ὅτι περὶ λέξιν ἢ περὶ ἔννοιαν γίνεται· οὔτε γὰρ ὡς ἔστιν ἔννοια οὔθʼ ὡς οὐκ ἔστιν, ἀσφαλὲς εἰπεῖν· κατὰ λέξιν μὲν γὰρ θεωρεῖται, ἡ λέξις δὲ αὐτὴ καθʼ ἑαυτὴν ἡ ποιοῦσα τὴν δριμύτητα οὐδὲν ἔχει δριμύτητος, εἰ τῆς ἐννοίας αὐτὴν χωρίσειέ τις, περὶ ἣν γίνεται, ἢ τῶν πρὸ αὐτῆς ῥηθέντων. ἐν δὲ ταῖς ἄλλαις ἰδέαις τοῦτο οὐκ ἔστιν, ἀλλὰ καὶ ἡ καθαρὰ λέξις καθαρὰ δήπουθέν ἐστιν, εἰ καὶ σεμνήν τις ἔννοιαν διʼ αὐτῆς ἐξαγγέλλοι καὶ εἰ μηδὲν πρὸ αὐτῆς εἴη λελεγμένον, καὶ ἡ σεμνὴ λέξις σεμνή, καὶ εἰ μὴ σεμνήν τις ἔννοιαν διʼ αὐτῆς φράζοι καὶ εἰ μηδὲν προειρήκοι, καὶ αἱ τῶν ἄλλων ἰδεῶν ὡσαύτως· ἡ δὲ τῆς δριμύτητος λέξις οὐ τοιαύτη, ἀλλʼ αὐτὴ μὲν καθʼ ἑαυτὴν οὐδὲν ἔχει τοιοῦτον, ἔννοιαν δέ τινα σημαίνουσα, ἧς οὐκ ἔστι κυρία, ἤ τισιν ἄλλοις ἐφεπομένη κατά τινα οἱονεὶ χαριεντισμὸν γίνεται δριμεῖα καὶ ποιεῖ τὴν δριμύτητα. σαφέστερον δὲ ἔσται τοῦτο διὰ τῶν παραδειγμάτων. κυρίως μὲν οὖν ἔννοιαν σημαίνει λέξις οὐ κυρίως ἐκείνης οὖσα ἡ τοιαύτη, οἷον ὁ Ξενοφῶν λέγων τὰς αἰτίας, διʼ ἃς πρὸ τοῦ δέοντος ἀναχωροῦσιν αἱ κύνες ἐκ τῶν διωγμῶν, φησίν, ὅτι αἳ μὲν διὰ μαλακίαν, αἳ δὲ διὰ ἀήθειαν, αἳ δὲ διὰ τὸ καὶ τό, αἳ δὲ διὰ φιλανθρωπίαν ἀναχωροῦσι, φησί· τὴν γὰρ πρὸς τοὺς ἀνθρώπους συνήθειαν καὶ τὸ συνεῖναι ἀνθρώποις ἀσπάζεσθαι φιλανθρωπίαν ὠνόμασεν, οὐ κυρίως μὲν ἐπὶ τούτου τοῦ πράγματος οὔσης τῆς λέξεως —ἐπʼ ἄλλου γὰρ τάττειν εἰώθαμεν τὴν φιλανθρωπίαν —,κυρίως μέντοι πως σημαίνων τὸ πρᾶγμα· καὶ γὰρ τάχα τούτου μᾶλλον ἂν εἴη κυριωτέρα ἡ λέξις, ἢ ἐπὶ τοῦ ἐλεεῖν καὶ οἰκτείρειν ὅτε τιθοῖτο, ἐφʼ οὗπερ καὶ φύσει τάττομεν τὸ τῆς φιλανθρωπίας ὄνομα. καὶ ὁ Σοφοκλῆς δὲ φίλανδρόν που τὴν Ἀταλάντην εἶπε διὰ τὸ ἀσπάζεσθαι σὺν ἀνδράσιν εἶναι, ἡμῶν πάλιν ἐπʼ ἄλλου πράγματος ταττόντων τοὔνομα τοῦτο, ὥσπερ καὶ τὸ τῆς φιλανθρωπίας. καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ δὲ τοιοῦτόν ἐστι, «μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, ὑπερβάλῃς», φησί· σχεδὸν γὰρ τοὐναντίον νῦν ἡ λέξις αὕτη σημαίνει ἡ τῆς φιλανδρίας, ἢ ᾗπερ ἡμεῖς εἰώθαμεν χρῆσθαι· τὴν γὰρ ἀκολασίαν βούλεται νῦν δήπου σημαίνειν καὶ τὸ μοιχεύεσθαι. καὶ λόγον μέντοι τινὰ εὔνουν λέγουσι τὸν εὐνόητον καὶ σαφῆ· καὶ ὁ Εὐφορίων «ἀτρέα δῆμον Ἀθηνῶν» ἀντὶ τοῦ ἄτρεστον καὶ ἄφοβον. ὅλως τε πολὺς ὁ κίνδυνος ἐν ταῖς τοιαύταις δριμύτησιν ἐκπεσεῖν εἰς ψυχρότητα· ἐπεὶ καὶ οἱ τὰ σπουδαῖα γελοῖα ταυτὶ συντιθέντες τοῦ γελοίου γʼ ἕνεκα οὐδὲν ἄλλʼ ταῖς τοιαύταις χρώμενοι δριμύτησιν εὐδοκιμοῦσιν· εὐλαβεῖσθαι οὖν χρή. Καὶ πρῶτον μὲν τοῦτο εἷδος δριμύτητος, παράδειγμα δὲ αὐτοῦ παρὰ τῷ ῥήτορι οὐκ ἔστιν.