Ancient Greek · ~3 min
Β, Περὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν ὡραίου τε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου.
Hermogenes, Περὶ ἰδεῶν λόγου 2-13
Not analysed yet
Ἕτερα δὲ αὐτῆς εἴδη τρία, οἷς ὁ ῥήτωρ χρῆται, ἃ δὴ πάντα κατʼ ἀκολουθίαν τινῶν προρρηθέντων ἀπό τινος λέξεως γίνεται, διαφέρει δέ πως ἀλλήλων. τὸ μὲν γὰρ καθʼ ὁμοιότητα λέξεως ἐμφαίνει τινὰ δριμύτητα, οἷον «μέλλει πολιορκεῖν τοὺς Ἕλληνας, ἐκδίδωσι. μέλει γάρ τινι τῶν τὴν Ἀσίαν οἰκούντων Ἑλλήνων;» τοῦτο ἐγὼ μὲν σφόδρα εὐλαβῶς εἶχον θεῖναι ὡς παράδειγμά τινος δριμύτητος· ἐπεὶ δὲ τῶν σφόδρα εὐδοκιμησάντων τινὲς κατὰ τοὺς πρὸ ἡμῶν ἀνθρώπους καὶ νῦν δὲ εὐδοκιμούντων ἐπὶ θεωρίᾳ λόγων ἐν οἷς ἀπολελοίπασι βιβλίοις οὕτω τεθεωρήκασι καὶ τοῦτο καὶ τεθείκασί γε ὡς παράδειγμα τοιαύτης δριμύτητος, εἰρήσθω καὶ ἡμῖν, καίτοι τάχʼ ἴσως οὐδʼ ἡ τοιαύτη δριμύτης, εἴπερ οὕτω γίνοιτο, ἐκφεύγει τὴν ψυχρότητα· ἀλλʼ οὖν εἰρήσθω. καὶ τοῦτο μὲν οὕτω καθʼ ὁμοιότητα λέξεως γίνεται, ὡς προείρηται.