Ancient Greek
Β, Περὶ δειυότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1.1-7
Not analysed yet
9 Ἡ δεινότης ἡ περὶ τὸν λόγον ἔστι μὲν κατʼ ἐμὴν γνώμην οὐδὲν ἄλλʼ ἢ χρῆσις ὀρθὴ πάντων τῶν τε προειρημένων εἰδῶν τοῦ λόγου καὶ τῶν ἐναντίων αὐτοῖς, καὶ ἔτι διʼ ὧν ἑτέρων σῶμα λόγου γίνεσθαι πέφυκε. τὸ γὰρ εἰς δέον καὶ κατὰ καιρὸν καὶ τὸ οὕτως ἢ ἐκείνως εἰδέναι τε καὶ δύνασθαι χρῆσθαι πᾶσί τε λόγων εἴδεσι καὶ πάσαις ἀντιθέσεσι καὶ πίστεσιν ἐννοίαις τε προκαταρκτικαῖς ἢ καταστατικαῖς ἢ καὶ ἐπιλογικαῖς ἀπλῶς τε ὅπερ ἔφην τὸ πᾶσι τοῖς πεφυκόσι λόγου σῶμα ποιεῖν χρῆσθαι δύνασθαι δεόντως καὶ κατὰ καιρὸν ἡ ὄντως οὖσα δεινότης ἔμοιγε εἶναι δοκεῖ. ὥσπερ γὰρ δεινὸς χρῆσθαι πράγμασι λέγεται δήπουθεν ὁ εἰς δέον τοῖς παραπεσοῦσι πράγμασι χρώμενος οἷον ὕλῃ τινὶ οὖσι τῆς ὥσπερ τέχνης αὐτοῦ καὶ δεινὸς στρατηγὸς ὁ τοῖς ὑπὸ τὴν στρατηγίαν πράγμασιν εἰδὼς εἰς δέον χρήσασθαι, ὕλη δὲ δήπουθεν καὶ ταῦτα τοῦ στρατηγοῦ πάντως, οὕτω καὶ ῥήτωρ ἂν εἴη δεινὸς ὁ τοῖς τῆς ῥητορικῆς πράγμασι καὶ ταῖς ὕλαις αὐτῆς εἰς δέον χρώμενος, πράγματα δʼ ἂν εἴη δήπουθεν καὶ ὕλη ταύτης τὰ προειρημένα, λέγω τά τε εἴδη τοῦ λόγου καὶ τὰ λοιπά· τούτων γὰρ ἕκαστον εἰ δή τις εἰδείη πότε μὲν δεῖ, πότε δὲ μὴ δεῖ λέγειν καὶ ποῦ καὶ μέχρι πόσου καὶ πρὸς ὅντινα καὶ πῶς καὶ διότι, καὶ εἰ μὴ εἰδείη μόνον, ἀλλὰ καὶ δύναιτο, πάντως ἂν εἴη δεινότατος ῥητόρων καὶ οἷος ἅπαντας παρεληλυθέναι, ὥσπερ καὶ ὁ Δημοσθένης παρελήλυθεν· ἐπεὶ καὶ δεινὸν εἰ εἴποι τις ποιητήν, ὥσπερ ὁ Θεόκριτος εἶπεν ἐν Χάρισιν ἢ Ἱέρωνι τὸν Σμωνίδην «εἰ μὴ δεινὸς ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστούς», οὐδὲν ἄλλʼ ἢ τοῦτο δήπουθεν λέγει, ὅτι τοῖς τῆς ποιητικῆς ἰδίοις εἴδεσιν οἶδέ τε καὶ δύναται χρῆσθαι· οὐ γὰρ δεινὸν ἀοιδὸν οὕτω λέγοι ἂν τὸν Σιμωνίδην, ὥσπερ οἱ πολλοὶ λέγουσι δεινὸν ῥήτορα τὸν ταῖς βαθείαις ἢ περινενοημέναις ἐννοίαις ἢ μεθόδοις χρώμενον ἢ καὶ λέξεσι μέγεθος ἐχούσαις ἤ τι τοιοῦτον ποιοῦντα. εἰ δέ τις ἡμῖν περὶ τοῦ ὀνόματος διοίσεται, δεινὸν εἶναι ῥήτορα λέγων τὸν φοβερὸν ἢ μέγαν ἢ ἰσχυρὸν ἢ πάντα ταῦτα —τοὔνομα γὰρ δὴ τὸ τῆς δεινότητος τάττειν τοὺς ἀρχαίους ἐπὶ τούτων, ἐπὶ μὲν τοῦ φοβεροῦ «αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε» καὶ «δεινή τε σμερδνή τε», ἐπὶ δὲ τοῦ μεγάλου καὶ ἰσχυροῦ «αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικε »—,προστιθείη δὲ καὶ τὰ περὶ τοῦ Ὀδυσσέως ῥηθέντα τεκμαιρόμενος, ὅτι δεινὸν αὐτὸν ῥήτορα βουλόμενος δεῖξαι ὁ ποιητὴς φοβερόν τε καὶ μέγαν κατὰ τοὺς λόγους πεποίηκεν, οἶον τὸ «νιφάδεσσιν ἐοικότα χειμερίῃσιν »ἔπεα φθέγγεσθαι· εἰ ταῦτά τις ἡμῖν λέγων περὶ τοῦ ὀνόματος τῆς δεινότητος διοίσεται, πρῶτον μὲν ἀγνοεῖ, ὅτι τὸν ὡς ἐγὼ λέγω δεινὸν ῥήτορα ὁ ποιητὴς δείκνυσιν· εἰς δέον γὰρ καὶ κατὰ καιρὸν τῷ μεγέθει καὶ τῇ τραχύτητι καὶ σφοδρότητι κέχρηται ὁ Ὀδυσσεὺς αὐτῷ, ἅτε τοῦ λόγου κατά τε Ἀλεξάνδρου καὶ κατὰ τῶν Τρώων ἐπιφορᾶς δεομένου. ἔπειτα τί φήσει περὶ τοῦ «αἰδοῖ μειλιχίῃ» ἀγορεύοντος καὶ «τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει»; εἰ γὰρ μὴ δεινότητος εἶναί τινος ἐρεῖ τοῦτο ἀλλʼ ἄλλου τινός, τί φήσει περί τε τοῦ ἐν Φαίαξιν Ὀδυσσέως καὶ ὧν αὐτόθι δημηγορεῖ; ὁ γὰρ αὐτὸς δήπουθέν ἐστι κἀνταῦθα κἀκεῖ, ἀλλʼ οὐχ ὡσαύτως τῷ λόγῳ χρῆται, δεινὸς ὢν ὡς ἀληθῶς καὶ ταῖς ἰδέαις τοῦ λόγου εἰς δέον τε καὶ κατὰ καιρὸν χρῆσθαι δυνάμενος· ἂν μὲν γὰρ κατηγορῇ βίας, ἁρπαγῆς, μοιχείας, παρανομίας, ἀσεβείας τῆς εἰς τὸν ξένιον Δία, τῶν ἄλλων, ἃ ἄν τις εἴποι κατὰ τοῦ Ἀλεξάνδρου καὶ τῶν Τρώων, εἰκότως τότε «ὄπα τε μεγάλην ἐκ στήθεος »ἵησι καὶ «ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσι »καὶ ὅλως ἐστὶ μέγας τῷ λόγῳ καὶ σφοδρὸς καὶ διηρμένος· ἐὰν δὲ ἐπᾶραι καὶ διαχέαι τρυφῶντας ἀνθρώπους ἕνεκα τῆς εἰς αὐτὸν φιλανθρωπίας βούληται, οὐκέτι ὡσαύτως ἀλλʼ «οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι, ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα» καὶ τὰ ἐξῆς. οὕτω καὶ ὁ τοῖς προσώποις τὸ δέον ἀποδιδοὺς οἶμαι ποιήσει ῥήτωρ, «ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι» παροξύνων. τί οὖν ὁ περὶ τοῦ τῆς δεινότητος ὀνόματος ἡμῖν διαφερόμενος φήσει περὶ τούτων; ἦ ὁ αὐτὸς νῦν μὲν δεινός, νῦν δὲ οὐ δεινὸς ἦν; ἐγὼ μὲν γὰρ κἀνταῦθα κἀκεῖ τὸν αὐτὸν εἶναί φημι καὶ τῇ αὐτῇ χρῆσθαι δεινότητι καὶ τέχνῃ, τοῖς εἴδεσι τοῦ λόγου γινώσκοντά τε ὡς δεῖ χρῆσθαι καὶ δυνάμενον. καὶ τί δεῖ παραδειγμάτων ἄλλων, ἐξὸν ἀπʼ αὐτοῦ γε τοῦτο ἰδεῖν τοῦ ῥήτορος; καὶ γὰρ οὗτος δεινὸς μέν ἐστι καὶ ὁ αὐτὸς πανταχοῦ, μιᾷ χρώμενος ἐπιστήμιῃ καὶ δυνάμει ἐν πᾶσιν, εἰς δέον δὲ ἑκάστῃ χρώμενος ἴδέᾳ· καὶ ταῖς ὑποθέσεσι καὶ τοῖς καιροῖς καὶ τοῖς προσώποις τὸ δέον ἀποδιδοὺς ἄλλος μέν ἐστιν ἐν ἰδιωτικοῖς, ἄλλος δʼ ἐν δημοσίοις, καὶ τῶν δημοσίων δʼ αὖ ἕτερος μὲν ἐν Φιλιππικοῖς, ἕτερος δʼ ἐν συμβουλευτικοῖς, δεινός γε μὴν ἀπανταχοῦ. εἰ δὲ νῦν μὲν καὶ εἶναι δοκεῖ δεινός, νῦν δὲ οὐ δοκεῖ, καὶ τοῦτο αὐτὸ κομιδῇ δεινόν ἐστι καὶ τῆς οὔσης δεινότητος ὡς ἀληθῶς τὸ δύνασθαι σὺν ἐπιστήμῃ τούτων ἕκαστα ποιεῖν ἐν δέοντι. Ἀλλʼ ἤδη γε περὶ αὐτῶν τούτων λεκτέον.