Ancient Greek
Β, Περὶ δειυότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 2-15
Not analysed yet
Δεινὸς τοίνυν λόγος ὁ μὲν καὶ ἔστι καὶ εἶναι δοκεῖ, ὅνπερ καὶ μόνον οἱ πολλοὶ καὶ οἱ τάχʼ ἂν ἡμῖν ἀμφισβητήσοντες περὶ τοῦ ὀνόματος τῆς δεινότητος λέγουσιν εἶναι δεινόν· φανερὸν δʼ ἔσται τοῦτο αὐτίκα ἐκ τῶν ῥηθησομένων. ἀλλʼ ὅπερ ἐλέγομεν, δεινὸς λόγος ὁ μὲν καὶ ἔστι καὶ εἶναι δοκεῖ, ὁ δὲ ἔστι μέν, οὐ μὴν δοκεῖ, ὁ δὲ οὐκ ἔστι μέν, δοκεῖ δὲ εἶναι· περὶ δὲ τοῦ μήτε ὄντος μήτε δοκοῦντος εἶναι τοιούτου περιττὸν διαλαβεῖν. γίνεται δὲ ὁ μὲν εἶναί τε δοκῶν καὶ ὡς ὄντως ὢν δεινὸς κατά τε ἔννοιαν καὶ κατὰ τὰ ἄλλα πάντα, καθʼ ἃ καὶ τὰ λοιπὰ εἴδη τοῦ λόγου· ὁ δὲ ὢν μὲν δεινός, οὐχὶ δοκῶν δὲ εἶναι τὸ πλεῖστον ἔχει περὶ τὴν μέθοδον· ὁ δʼ αὗ δοκῶν μὲν εἶναι δεινός, οὐ μὴν τοιοῦτός γε ὢν ὡς ἀληθῶς διὰ τῆς λέξεως τὸ πλεῖστον γίνεται.