Ancient Greek · ~4 min
Α, Section 1
Hermogenes, Περὶ ἰδεῶν λόγου 1.10
Not analysed yet
Ἀκριβῶς μὲν οὖν, ὅπερ εἶπον, οὐκ ἦν εὑρεῖν παρʼ οὐδενὶ τῶν ἀρχαίων τὸ τοιοῦτον, ὅτι καὶ φύσει δήπουθεν ἁμάρτημά ἐστι τὸ μονοειδῆ καὶ μὴ ποικίλον ἐργάζεσθαι λόγον· πλεονάζειν δʼ ἔφην ἄλλον κατ’ ἄλλο τι καὶ ταύτῃ συμβαίνειν τὸ τοιόνδε ἢ τοιόνδε αὐτῶν ἑκάστῳ τὸν λόγον γίνεσθαι. τό γε μὴν πλεονάζειν λέγω οὐ τὸ τοῖς πλείοσι χρῆσθαι τῶν εὖ ποιούντων ἰδέαν ἑκάστην, οἷον μεθόδῳ, σχήματι, συνθήκῃ, ἀναπαύσει καὶ τοῖς τοιούτοις· τάχα μὲν γὰρ καὶ τοῦτο ἂν εἴη τι, ἀλλʼ ὅ γε λέγω, τοιοῦτόν ἐστιν τὸ τοῖς κυριωτάτοις ἰδέας ἑκάαστη μάλιστα χρῆσθαι· τοῦτο γὰρ καὶ τὴν ἰδέαν ὡς ἐπὶ τὸ πλεῖστον ποιεῖ καὶ τὸ πλεονάζειν τοῦτ’ ἦν τὸ τοῖς κρατίστοις χρῆσθαι τοῦ εἴδους. ἔστι δʼ ὅτε, εἰ ταῦτα παραλείπει τις τοῖς ἄλλοις χρώμενος ἅποσιν, εἰ καὶ πλεονάζει κατ’ ἐκεῖνα, ἀλλὰ γοῦν ἧττον ἂν τυγχάνοι τοῦ εἴδους ὁ λόγος ἐκείνου, οὗπερ ἦν οἰκεῖα, οἷς ἐχρήσατο. περὶ τοίνυν τῆς δυνάμεως λεκτέον ἂν εἴη τῶν ποιούντων ὡς ἔφαμεν τὰ εἴδη τοῦ λόγου.