Ancient Greek · ~7 min
Α, Section 1
Hermogenes, Περὶ ἰδεῶν λόγου 1.11
Not analysed yet
Ἔστιν οὖν πρῶτον μὲν καὶ ἰσχυρότατον ἁπανταχοῦ ἡ ἔννοια, μετὰ δὲ ταύτην ἡ λέξις, τὸ σχῆμα δὲ τρίτον, λέγω τὸ τῆς λέξεως, ἐπεὶ τό γε τῆς ἐννοίας, ὅπερ ἦν μέθοδος, τέταρτον λέγω —οὐ κατὰ δύναμιν τῶν ἐν δεινότητι· ἐκεῖ γὰρ κινδυνεύει τὰ πρῶτα ἀποφέρεσθαι, ὡς ἐν τῷ περὶ δεινότητος ἔσται φανερώτερον U+00AF· συνθήκη δὲ καὶ ἀνάπαυσις ἔστω τελευταῖα, γένοιτο δʼ ἂν ἴσως ποτὲ καὶ οὐ τελευταῖα καὶ μάλιστα ἐν τῇ ποιήσει· χωρὶς μὲν γὰρ θατέρου θάτερον μικρὰ ἂν ἢ οὐδὲν πρὸς εἶδος λόγου συμβάλλοιτο, μετʼ ἀλλήλων μέντοι καὶ τοῦ ῥυθμοῦ πολλὰ καὶ οὐ μικρά. καὶ τάχα ἂν ἡμῖν παῖδες μουσικῶν ἀμφισβητήσειαν, εἰ καὶ πρὸ τῆς ἐννοίας θετέον αὐτά· δύνασθαι γὰρ φήσουσι τὸν ῥυθμὸν καὶ καθʼ ἑαυτὸν χωρὶς ὅλως ἐνάρθρου φωνῆς, ἡλίκα οὐδεμία λόγων ἰδέα· καὶ γὰρ ἡδίους ποιῆσαι τὰς ψυχὰς ὑπὲρ ἄπαντα πανηγυρικὸν λόγον εἶναί φασι τοὺς ῥυθμοὺς ἐπιτηδείους καὶ τοὐναντίον αὗ λυπηράς, ὡς οὐδεμία ἐλεεινολογία, δύνασθαι δὲ καὶ θυμὸν κινῆσαι μειζόνως ἢ πάντα σφοδρὸν καὶ καταφορικὸν λόγον· ὅλως δὲ περὶ πάντων ἐφεξῆς οὕτως ἡμῖν ἴσως ἂν ἐρεσχελήσωσιν. ἡμεῖς δὲ οὐ διοισόμεθα πρὸς αὐτούς, ἀλλʼ ἔστω μέν, εἰ βούλοιτό τις, πρῶτον, εἰ δὲ βούλοιτο, τελευταῖον ἢ μέσον τῇ δυνάμει τῶν προειρημένων ὁ ῥυθμός. ἐγὼ δέ, ὁποῖοί τινές εἰσιν ἑκάστης ἰδέας οἰκεῖοι, καθʼ ὅσον ἐγχωρεῖ λέξει πεζῇ χωρὶς τοῦ περιᾴδειν προσαρμόσαι τινὰ ῥυθμόν, τοῦτο δείξειν φημί· καὶ εἴ γε δύναιντο κἀνταῦθα οἱ ῥυθμοί, ὅσα κἀν τῇ ἄλλῃ μουσικῇ, κείσθωσαν πρῶτοι, εἰ δὲ μὴ τοσοῦτον δύναιντο, τετάξονται ἡμῖν, ὅπως ἂν οἶμαι καὶ δυνάμεως ἔχωσι. φημὶ γάρ· ἔστι μὲν οὗ καὶ ὁ ῥυθμὸς πολὺ συνεισήνεγκε τῷ τοιόνδε γίνεσθαι τὸν λόγον, ἀλλὰ μὴ τοιόνδε, οὐ μὴν τοσοῦτόν γε, ὁπόσον ἐκεῖνοί φασι.