Ancient Greek · ~5 min
Α, Section 1
Hermogenes, Περὶ ἰδεῶν λόγου 1.12
Not analysed yet
Μικρὰ δὲ ἀναλαβόντες περὶ ἀπάντων τῶν προειρημένων ὡς ἐν κεφαλαίῳ, ἐπʼ αὐτὸν ἤδή τὸν περὶ τῶν ἰδεῶν λόγον χωρήσομεν. τίνα μὲν γάρ ἐστι τὰ τὰς ἰδέας ποιοῦντα τοῦ λόγου, καὶ ποία τις ἡ τούτων δύναμις, κἀκ τίνων ὁ Δημοσθενικὸς λόγος συνέστηκε, καὶ διʼ ἣν αἰτίαν τοῦτον προχειρίσασθαι δεῖν τὸν ἄνδρα κρίνομεν, εἴρηται. ἐπεὶ δὲ χωρὶς μὲν αὐτὴν καθʼ αὐτὴν οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν ἐξειργασμένην ἰδέαν διαρκῶς U+00AF πλὴν εἰ τὸ ἑκάστου ἔργον ἰδέαν λέγοι τις οἷον Πλατωνικὴν ἢ Δημοσθενικήν U+00AF, ἀλλʼ ἐπειδὴ αὐτὴν μὲν καθʼ ἑαυτὴν ὅπερ ἔφην σεμνότητα ἢ τι τῶν ἄλλων ἀδύνατον παρά τινι τῶν ἀρχαίων εὑρεῖν ἦν διηνεκῶς, μῖξιν δὲ οὔτε λόγου οὔτε ἄλλου τινὸς τῶν πάντων οἷόν τέ ἐστι γνῶναι καλῶς ἤτοι ποιήσασθαι μὴ πρότερον αὐτὰ ἕκαστα, ἐξ ὧν ἡ κρᾶσις γέγονεν ἢ γένοιτο ἄν, ἐπιγνόντα U+00AF οἷον λευκοῦ καὶ μέλανος φύσιν, ἐξ ὧν τὸ φαιόν, εἰ κραθείη, γίνεσθαι πέφυκεν U+00AF· ἐπειδὴ οὖν τοῦθʼ οὕτως ἔχει, ἀνάγκη πάντων τούτων ἀπαλλαγέντας U+00AFτῶν κατʼ ἄνδρα λέγω, Πλάτωνος, Δημοσθένους, Ξενοφῶντος, τῶν ἄλλων ἀπάντων U+00AF ἐπὶ τὰ ἐξ ἀρχῆς ἰέναι οἱονεὶ στοιχεῖα λόγου καὶ περὶ ἑκάστου χωορὶς διαλαβεῖν. ῥᾴδιον γὰρ τοῖς γε ἐντεῦθεν ὁρμωμένοις καὶ περὶ τῶν καθʼ ἕνα καὶ γνῶναι καὶ εἰπεῖν, τὰς ἀκριβεστάτας μίξεις αὐτῶν καταθεωμένοις, ἐάν τέ τις τοὺς ἀρχαίους ἐάν τε καὶ τῶν νεωτέρων τινὰς ἐξετάζειν καὶ ζηλοῦν βούληται.