Ancient Greek · ~3 min
Α, Section 1
Hermogenes, Περὶ ἰδεῶν λόγου 1.4
Not analysed yet
Φημὶ τοίνυν, ὅτι τὸν Δημοσθενικὸν λόγον τὰ ποιοῦντά ἐστιν, εἰ μέλλοι τις ὡς ἕν ἅπαντα ἀκούσεσθαι, τάδε· σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεία, δεινότης· λέγω δὲ ὡς ἕν ταῦτα πάντα οἱονεὶ συμπεπλεγμένα καὶ διʼ ἀλλήλων ἥκοντα· τοιοῦτος γὰρ ὁ λόγος ὁ Δημοσθενικός. τούτων δὲ τῶν Ἰδεῶν αἳ μὲν ἐφʼ ἑαυτῶν εἰσι καὶ καθʼ ἑαυτὰς συνιστάμεναι, αἳ δὲ ἔχουσιν ὑφʼ ἑαυτάς τινας ἄλλας ἰδέας ὑποβεβηκυίας, διʼ ὧν δὴ γίνονται, αἳ δὲ κοινωνοῦσιν ἀλλήλαις μέρει τινὶ ἢ καὶ μέρεσιν· ὅλως τε αὃ μὲν γένη εἰσὶν εἰδῶν, αἳ δὲ ὥσπερ κατὰ διαφοράν τινα κοινωνοῦσιν ἑτέραις ἰδέαις τοῖς ἄλλοις κεχωρισμέναι πᾶσιν, αἳ δὲ ὅπερ ἔφην μένουσιν ἐφʼ ἑαυτῶν οὐδενὸς ἄλλου προσδεόμεναι. προϊοῦσι δʼ ἔσται φανερώτερον, ὃ λέγω, ὅτε καὶ καθʼ ἐκάστην αὐτῶν προχειριζόμεθα.