Ancient Greek
Α, Section 1
Hermogenes, Περὶ ἰδεῶν λόγου 1.3
Not analysed yet
Ἐστιν οὖν ὁ μάλιστα παρὰ τοὺς ἄλλους τοῦτον μεταχειρισάμενος τὸν τρόπον τὰ περὶ τοὺς λόγους καὶ καταποικίλας τὸν αὐτοῦ διηνεκῶς οὐκ ἄλλος τις κατʼ ἐμὴν δόξαν ἢ Δημοσθένης· διὰ τοίνυν τούτου καὶ τῶν παρὰ τούτῳ λεκτέον ἂν εἴη δήπουθεν καὶ περὶ τῶν ἄλλων ἰδεῶν ἀπασῶν τοῦ λόγου. ἐπιτιμήσῃ δὲ μηδεὶς μήτε τῇ μεθόδῳ ταύτῃ μήτε τῇ κρίσει, πρὶν ἅποσιν ὁμιλῆσαι τοῖς ῥηθησομένοις· οἶμαι γὰρ θαυμάσεσθαι ἂν εἰκότως μᾶλλόν τινας ἡμᾶς διὰ ταῦτα καὶ τὸ μέγιστον ἐπʼ εὐκρινείᾳ ἤ τινος ἐπιτιμήσεως ἕνεκα τούτων ἀξίους νομιεῖν, μόνον εἰ προσέχειν τοῖς ἐφεξῆς ἐθελήσαιεν. ὁ τοίνυν Δημοσθένης ὅτιπερ κεφάλαιον ἦν τὸν πολιτικὸν ἠκριβωκὼς τὸ μὲν ὡς διὰ πάντων ἥκει πανταχοῦ ταῖς μίξεσι μήθʼ, ὅτε συμβουλεύοι, πάντῃ χωρίζων τοῦ δικανικοῦ τε καὶ πανηγυρικοῦ τὸν λόγον αὐτοῦ μήθʼ, ὅτε τι τῶν ἄλλων ποιεῖ, τὰ λοιπὰ ἀφιείς, τάχʼ ἂν οὐ τῶν σφόδρα γένοιτο χαλεπῶν εὑρεῖν τοῖς οὐχ ἀπλῶς αὐτὸν μετιοῦσιν· οἶς μέντοι καθαπερεὶ στοιχείοις τισὶ χρησάμενος εἴδεσι λόγου τοιοῦτον εἴργασται τὸν ἑαυτοῦ, ἂδὴ καὶ τὸν πανηγυρικὸν αὐτὸν καὶ τἆλλα πάντα τῶν λόγων εἴδη ποιεῖ συνιστάμενα πρὸς ἄλληλα, τοῦτο δὴ παγχάλεπον εὑρεῖν ἔμοιγε εἶναι δοκεῖ. χαλεπὸν δὲ οὐδὲν ἧττον καὶ τὸ εὑρόντα εἰπεῖν καὶ δεῖξαί τι σαφὲς περὶ αὐτῶν· οὐδὲ γὰρ ἔστιν, ὅστις πρὸ ἡμῶν ὅσα ἐμὲ γινώσκειν εἰς τήνδε τὴν ἡμέραν ἀκριβές τι περὶ τούτων πραγματευσάμενος φαίνεται, ὅσοι δὲ καὶ ἥψαντο, τεταραγμένως καὶ λίαν ἀπιστοῦντες σφίσιν αὐτοῖς περὶ ὧν εἶπον εἰρηκόσιν, ὥστε αὐτοῖς συγκεχύσθαι τὰ πάντα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ οἱ δόξαντές τι λέγειν περὶ τἀνδρὸς τὸ κατὰ μέρος θεωρήσαντες καὶ τοῦτο ὅπως ἐδύναντο, τῶν δʼ ἐν τῷ καθόλου βραχέα ἢ οὐδὲν φροντίσαντες, λέγω περὶ αὐτῆς σεμνότητος, περὶ αὐτῆς ἀφελείας, τῶν ἄλλων ἰδεῶν, τάχα ἄν περὶ Δημοσθένους τι διδάσκοιεν ἡμᾶς καὶ τούτου νὴ Δία τῶν μερῶν, ὧν τὰς θεωρίας συγγράψαι φασί, περὶ μέντοι παντὸς τοῦ λόγου καὶ πάσης ἰδέας, εἴτε ἐν μέτροις εἴτε ἐν ποιήσει εἴτε ἐν τῷ καταλογάδην εἴδει, παντάπασιν ἡμᾶς ἀδιδάκτους εἴασαν τὸ ὅσον ἐπʼ αὐτοῖς. χαλεπὸν μὲν οὖν ὅπερ ἔφην ταῦτα καὶ εὑρεῖν καὶ εὑρόντα διδάξαι σαφῶς μετʼ εὐκρινείας, ἀλλὰ μιὴ κατʼ ἐκείνους· πειρατέον δὲ ὅμως, καθʼ ἣν προὐθέμεθα ὁδόν. τὰ γάρτοι τοῦ Δημοσθενικοῦ λόγου καθαπερεὶ στοιχεῖα καὶ ἀρχὰς εἰ δυνηθείημεν ἀκριβῶς αὐτὰ ἕκαστα ἐφʼ ἑαυτῶν πόσα τέ ἐστι δεῖξαι καὶ ὁποῖα καὶ ὅπως γίνεται τίς τε ἡ πρὸς ἄλληλα μῖξις αὐτῶν καὶ τί δύνανται τόνδε ἢ τόνδε μιγνύμενα τὸν τρόπον, τάχα ἂν περὶ ἀπάντων τῶν λόγων εἰρηκότες εἴημεν. ‘ἡ μὲν οὖν ὑπόσχεσιςʼ κατʼ αὐτὸν φάναι τὸν ῥήτορα ‘οὕτω μεγάλη, τὸ δὲ πρᾶγμα ἤδη τὸν ἔλεγχον κἀνταῦθα δώσει, κριτὴς δὲ ἡμῖν ὁ βουλόμενος ἔστωʼ.