Ancient Greek · ~4 min
Β, Περὶ γορχότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 10-2
Not analysed yet
Συνθήκη δὲ γοργότητος ἡ ὀλιγάκις ἢ μηδʼ ὅλως ἔχουσα σύγκρουσιν φωνηέντων· οὐ γὰρ δὴ κεχηνέναι δεῖ τόν γε ὡς ἀληθῶς γοργὸν λόγον, πλὴν εἰ τραχύνεσθαι δέοι. πλεονάζειν μέντοι πάντως ἐνταῦθα τοὺς τροχαίους καὶ τὰς τροχαϊκὰς συζυγίας προσήκει· καὶ τούτου τεκμήρια ἐναργῆ πολλὰ καὶ τῆς τραγῳδίας, ἔνθα ἐπείγεσθαι ὁ λέγων δοκεῖ, τροχαϊκῶς συντεθέντα καὶ παρὰ τῷ Μενάνδρῳ. ὁ δὲ Ἀρχίλοχος αὐτὸ καὶ σαφέστερον ἐποίησε καὶ γοργότερον· οἱ γὰρ τετράμετροι αὐτῷ διὰ τοῦτʼ οἶμαι καὶ γοργότεροι καὶ λογοειδέστεροι τῶν ἄλλων εἶναι δοκοῦσι, διότι τροχαϊκῶς σύγκεινται· τρέχει γὰρ ὡς ὄντως ἐν τούτοις ὁ ῥυθμός. εἰ δὲ μὴ ἀκριβεῖς οἱ τροχαῖοι παρὰ τῷ ῥήτορι ἐν ταῖς γοργότησιν εὑρίσκονται, πολλάκις διεμαρτυράμην, ὅτι ἓν οὐδὲν μονοειδὲς ἔστιν εὑρεῖν παῤ αὐτῷ, ἀλλὰ ποικίλλει νῦν μὲν ἐννοίαις σεμναῖς γοργὸν ἤ τινα ἄλλον ἐπιτιθεὶς ῥυθμὸν ἢ μέθοδον ἢ τι τῶν ἄλλων, νῦν δὲ τὸ ἀνάπαλιν. καίτοι τὸ «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται τάχʼ ἂν ἔχοι τι πλέον εἰς γοργότητα καὶ διὰ τὴν ἐπιβολὴν τοῦ ῥυθμοῦ τροχαϊκὴν οὖσαν εὐθὺς ἐξ ἀρχῆς.