Ancient Greek
Β, Περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 10-5
Not analysed yet
Τούτοις ἑπόμενόν ἐστι τοὺς μεθʼ Ὅμηρον ποιητὰς χαρακτηρίσαι, ὥσπερ τοὺς μετὰ Δημοσθένην ῥήτορας ἐχαρακτηρίζομεν καὶ τοὺς μετὰ Πλάτωνα λογογράφους πρῶτον περὶ αὐτῶν ἐκείνων εἰπόντες, Πλάτωνος καὶ Δημοσθένους, ὥσπερ καὶ περὶ Ὁμιήρου. ἴσως δὲ καὶ περὶ τούτων οὐκ ἀναγκαίως εἰρήκαμεν, δυναμένων ῥᾳδίως χαρακτηρίζειν καὶ πάνθʼ ὁντιναοῦν καὶ νέον καὶ παλαιὸν καὶ ποιητὴν καὶ λογογράφον καὶ ῥήτορα τῶν τὰ γενικὰ δὴ ταῦτα εἴδη τοῦ λόγου καὶ οἶον στοιχεῖα πάσης ἰδέας ἐπεσκεμμένων, περὶ ὧν τὴν πᾶσαν ραγματείαν ταύτην συνεστησάμεθα· ὥῶστε περιττῶς ἂν πλεονάζοιμεν καὶ περὶ τῶν ποιητῶν καθʼ ἕκαστον διεξιόντες, ἄλλως τε καὶ πάνυ πολλοῦ γενησομένου τοῦ λόγου, μὴ μόνον περιττοῦ· δεῖ γὰρ δήπου πρότερον, εἰ μέλλοι τις ταῦτα ὀρθῶς διευκρινήσειν. ἰδίᾳ μὲν περὶ ἐποποιίας εἰπεῖν τι καὶ τῶν κατʼ αὐτὴν δευτέρων γε καὶ τρίτων μεθʼ Ὅμηρον, ἰδίᾳ δʼ αὗ περὶ τραγῳδίας καὶ κωμῳδίας ὡσαύτως τῶν τε λυρικῶν ποιημάτων καὶ τῶν ἄλλων εἰδῶν τῆς ποιήσεως ἀπάντων καθʼ ἕκαστόν γε αὐτῶν εἰπεῖν, τίς ὁ πρῶτος καὶ διὰ τί καὶ τίς ὁ δέύτερος καὶ διὰ τί, ὥστε σχεδὸν εἰς ἀπέραντόν τι τὸν λόγον προελθεῖν.