Ancient Greek · ~4 min
Β, Section 10
Hermogenes, Περὶ ἰδεῶν λόγου 10.6
Not analysed yet
Ὁ μέντοι δικανικῶν κάλλιστος ἀνάπαλιν ἔχει τούτῳ, εἰ μὴ περὶ δημοσίων εἴη καὶ μεγάλων πραγμάτων καὶ συμβουλῆς ἐγγύς, ὡς ὁ Κατʼ Ἀριστοκράτους ἔχει καὶ ὁ Ὑπὲρ τοῦ στεφάνου καὶ ὅσοι τοιοῦτοι· οὗτοι γὰρ σχεδὸν ὡσαύτως τῷ συμβουλευτικῷ τύπῳ χαρακτηρίζονται, τάχα δʼ ἂν οὐδʼ εἶναι τούτους δικανικοὺς φύσει νομίσειέ τις. ὁ μέντοι μὴ τοιοῦτος ἀλλʼ αὐτὸ τοῦτο δικανικὸς ὅπερ ἔφην ἐναντίως ἔχει τῷ προειρημένῳ. ἤθους τε γὰρ καὶ τοῦ κατʼ ἐπιείκειαν καὶ ἀφέλειαν πλεῖστον αὐτῷ μετεῖναι δεῖ· βαρύτητος δὲ ἤ τινος τῶν τοιούτων ἥκιστα μετέχει ἢ ὅτι βραχύτατα· μέγεθος δὲ τὸ μὲν κατὰ τὴν περιβολὴν ἀπὸ ἐννοιῶν δέχεται —οὐ γὰρ ἀπό γε τῆς λέξεως ἢ τῶν περὶ τὴν λέξιν ἢ καὶ τὴν μέθοδον τῆς ἐννοίας πλὴν ὅσον ἐπʼ ἐλάχιστον —,τὸ δὲ κατὰ τὰς ἄλλας τοῦ μεγέθους ἰδέας οὐκέτι, πλὴν εἰ μή που τὴν κατʼ ἔννοιαν σφοδρότητα ἤ που καὶ τὴν κατὰ λέξιν μετὰ σχημάτων τῶν περὶ αὐτήν. τοῖς δὲ λοιποῖς μέρεσι τοῦ πολιτικοῦ χρῆται, καθάπερ καὶ ὁ συμβουλευτικός. καὶ τοιοῦτοί γε οἱ Δημοσθενικοὶ δικανικοί, τουτέστιν οἱ ἰδιωτικοί.