Ancient Greek · ~3 min
Β, Section 10
Hermogenes, Περὶ ἰδεῶν λόγου 10.7
Not analysed yet
Ὁ δὲ πανηγυρικῶν λόγων κάλλιστος ἐν λέξει πεζῇ, οὐχ ὡς ἐν ζητήμασι πολιτικοῖς ἀλλʼ αὐτὸ τοῦτο πανηγυρικός, ὃς οὐδὲ πολιτικὸς ἴσως ἂν κληθείη, πάντως ἂν εἴη δήπουθεν ὁ Πλατωνικός· ὥστε πάλιν, ὃ περὶ τοῦ καλλίστου πολιτικῶν λόγων λέγοντες ἔφαμεν τὸν αὐτὸν τῷ Δημοσθενικῷ τοῦτον ἀποφαίνοντες, τοῦτο καὶ νῦν περὶ τοῦ καλλίστου πανηγυρικῶν λόγων φαίημεν ἄν, τὸν αὐτὸν καὶ τοῦτον εἶναι τῷ Πλατωνικῷ· καὶ γὰρ ἐνταῦθα ὁμοίως ἀναστρέφει, καθάπερ κἀκεῖ· ὅ τε γὰρ κάλλιστος πανηγυρικῶν λόγων ἐστὶν ὁ Πλατωνικός, ὅ τε αὖ Πλατωνικὸς λόγος τῶν πανηγυρικῶν ἐστιν ὁ κάλλιστος ὡς ἐν λέξει πεζῇ, περὶ οὗ λεκτέον· περὶ γὰρ τοῦ πολιτικοῦ πανηγυρικοῦ, περὶ οὗ μετὰ τὸν περὶ συμβουλευτικοῦ καὶ δικανικοῦ λόγον φαίη τις ἂν εἰπεῖν προσήκειν, μικρὸν ὕστερον λέξομεν· οὐ γὰρ ἄλλως ἐγχωρεῖ.