Ancient Greek · ~5 min
Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 11
Not analysed yet
Ποιεῖν δὲ ἔφαμεν περιβολὴν σχήματα οὐ μόνον τὰ ἐφελκόμενα ἕτερα νοήματα, ἀλλὰ καὶ ἄλλα ἄττα, περὶ ὧν ἀνάγκη καὶ αὐτῶν εἰπεῖν. τό τε οὖν κατὰ ἄρσιν καὶ θέσιν περιβάλλει τέλειον ποιοῦν τὸν λόγον, οἶον «τοὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα», εἶτα ἡ θέσις «ἀλλ’ ὡς τῶν φυλαξόντον τοὺς ἄλίους». τοῦτο τὸ σχῆμα οὐκ ἔθεμεν ἐν τοῖς ἐφελκομένοις ἄλλα νοήματα, ὅτι καθʼ αὑτὴν ἡ ἀναίρεσις δύναται τίθεσθαι καὶ οὐκ ἀναγκαίως αὐτῇ ἕπεται ἡ θέσις, οἶον «οὐ διʼ ἐμέ, οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε, πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε»· οὐδὲν γὰρ ἐπηκολούθησε θετικὸν τῇ ἀναιρέσει. —Τό τε οὖν κατʼ ἄρσιν καὶ θέσιν περιβάλλει σχῆμα τέλειον ποιοῦν τὸν λόγον καὶ τὸ ἐξ ἀναιρέσεως συμπλεκτικόν· περιουσιαστικὰ γὰρ τὰ οὕτω προφερόμενα νοήματα δοκεῖ πως εἶναι, οἷον οὐ μόνον τάδε, ἀλλὰ καὶ τάδεʼ· «οὐ γὰρ μόνον, εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτο ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω2 —Καὶ μὴν καὶ τὸ κατὰ συστροφὴν λεγόμενον σχῆμα σφόδρα ἐμπερίβολον, οἷον «εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες» καὶ τὰ ἑξῆς, καὶ πάλιν «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων» καὶ τὰ ἐξῆς.