Ancient Greek · ~13 min
Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 2.1
Not analysed yet
Γίνεται τοίνυν περιβολὴ κατʼ ἔννοιαν μέν, ὅταν ἤτοι ἔξωθέν τι προσλαμβάνῃς τούτῳ, περὶ οὗ ὁ λόγος, οἷον γένος εἴδει «πονηρόν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης ἀεί, τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν», ἢ ἀόριστον ὡρισμένῳ, οἷον «πολλὰ μὲν οὖν ἔγωγʼ ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου, δύο δέ, ὦ Ἀθηναῖοι, καὶ μεγάλα», ἢ ὅλον μέρει, οἷον «ἀλλʼ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως ταυτησὶ καὶ πολλὴν εὐρυχωρίαν ἐχούσης, παρὰ τὴν χαλκῆν τὴν μεγάλην Ἀθηνᾶν ἐκ δεξιᾶς ἕστηκεν»· οὐ γὰρ ἡ ἀκρόπολις γένος οὐδʼ ὁ ἐκ δεξιᾶς τῆς Ἀθηνᾶς τόπος εἶδος τῆς ἀκροπόλεώς ἐστιν οὐδὲ ἀόριστόν τι καὶ ὡρισμένον, ἀλλʼ ὅλον καὶ μέρος καὶ προσείληπται τῷ μέρει τὸ ὅλον. ποιεῖ δὲ καὶ τὸ κατʼ ἄθροισιν προσλαμβανόμενον ἔξωθεν, εἰ καὶ μὴ προσληφθείη τὸ ἀόριστον, ὃμως περιβολήν τινα, οἷον «δύο δὲ καὶ μεγάλα, ἓν μὲν τόδε, ἕτερον δὲ τόδε», καὶ πάλιν «τρία γὰρ τὰ μέγιστα ὀνείδη κτᾶται, φθονεροὺς ἀχαρίστους ἀπίστους εἶναι δοκεῖν» καὶ πάλιν ἐνταῦθα δύο εἴρηκεν, ἓν μὲν τόδε, ἕτερον δὲ τόδε. πολλὰ παρὰ τῷ ῥήτορι καὶ τούτου καὶ τῶν ἔμπροσθεν εἰρημένων τὰ παραδείγματα. —Εἰδέναι δὲ χρή, ὡς αἱ τοιαῦται προσλήψεις καὶ εὐκρινείας εἰσίν, οὐ περιβολῆς μόνον ποιητικαί· κατὰ μὲν γὰρ τὸ προειδέναι τοὺς ἀκούοντας, περὶ ὅσων ἀκούσονται, ποιεῖ τὴν εὐκρίνειαν, καθὸ δὲ ἔξωθεν προσείληπται, περιβάλλει. θαυμάζειν δὲ οὐ χρή, εἰ δοκοῦσά πως ἡ εὐκρίνεια τῇ περιβολῇ ἐναντιοῦσθαι διὰ ταὐτοῦ πράγματος δύναται γίνεσθαι, οἷον διὰ τῆς τοῦ κατʼ ἄθροισιν προσλήψεως· οὐ γὰρ οὕτως ἐστὶν ἐναντία τὰ τῶν λόγων εἴδη, καθάπερ ἄλλα τινά, ὡς μὴ δύνασθαι συνυπάρχειν, οἷον ὥσπερ τὸ θερμὸν τῷ ψυχρῷ ἢ ὁ θάνατος τῇ ζωῇ ἢ ἡ νὺξ τῇ ἡμέρᾳ ἢ ὅσα τοιαῦτα, ἀλλὰ τοὐναντίον πέφυκε δύνασθαι συνυπάρχειν τὰ ἐναντία ταῦτα καὶ τότε μᾶλλον θαυμαστὸς ὁ λόγος γίνεται, ὅταν διὰ τῶν ἐναντίων ἰδεῶν εὖ κεκραμένος περαίνηται δυσχερὴς δὲ ἡ μῖξις, καὶ σχεδὸν οὐδεὶς οὕτω καλῶς οὐδὲ τῶν ἀρχαίων αὐτῇ κέχρηται ὡς ὁ ῥήτωρ, μετά γε Ὅμηρον. πῶς γὰρ οὐ δυσχερὲς μῖξαι καθαρότητα μὲν περιβολῇ καὶ τῷ περιττῷ καὶ μεστῷ τὴν σαφήνειαν, σεμνότητι δὲ τὸ λεπτὸν καὶ τὴν χάριν τῷ διηρμένῳ πρὸς μέγεθος, σφοδρότητι δὲ τὴν ἀφέλειαν καὶ τῇ τραχύτητι τὸ μεθʼ ἡδονῆς· ἔνθα δὲ τόλμης δεῖ, κάλλος καὶ τὸ κεκοσμημένον ἅμα πιθανότητι, λαμπρότητι δὲ τὸ γοργόν τε καὶ ἀγωνιστικὸν καὶ οἶον εὔζωνον χωρὶς εὐτελείας καὶ ταπεινότητος, τῷ δὲ ἀκμαίῳ πάλιν τὸ πιθανὸν καὶ τὸ τοῦ ἀληθοῦς καὶ ἐνδιαθέτου ἐμφαντικὸν ὅσα τε ἄλλα τῶν εἰδῶν τοῦ λόγου τῆς ἐναντίας ἀλλήλοις δοκεῖ πως εἶναι φύσεως. τούτου γὰρ οὐκ οἶδ᾿ εἴ τι γένοιτʼ ἂν ἐν λόγῳ χαλεπώτερον, ἄλλως τε καὶ τούτοις ἅπασιν αὐτοῖς τε ἑκάστοις καὶ ταῖς μίξεσιν αὐτῶν εἰ μέλλοι τις εἰς δέον χρήσεσθαι. ἀλλὰ ταῦτα μὲν ἀκριβῶς δεῖξαι καὶ διὰ παραδειγμάτων ἑτέρου δεῖται καιροῦ τοῦ περὶ μεθόδου δεινότητος ὅτε λέγοιμεν. νῦν δὲ εἰς τοσοῦτον εἰρήσθω, τοῦ μηδένα θαυμάζειν, ὃ δὴ σμικρότατόν ἐστιν ἐν αὐτοῖς, εἰ περιβολὴ δύναται διὰ ταὐτοῦ γίνεσθαι καὶ εὐκρίνεια· σχεδὸν γὰρ ταῦτα οὐδὲ ἐναντία ἐστίν, ἀλλὰ καὶ ἀναγκαῖον ἀεὶ τοῖς περιβλητικοῖς ἅπασιν, ὅτε αὐξηθείη καὶ μεστὸν ποιεῖ τὸν λόγον, παρεῖναί τι τῶν εὐκρινούντων, ὡς ἂν μὴ συγχέοιτο μηδʼ ἀσαφὴς ὁ λόγος γίνοιτο, ὅπερ καὶ ἐν τῷ περὶ εὐκρινείας ἐδείξαμεν.