Ancient Greek · ~8 min
Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3-7
Not analysed yet
Ἐπάνειμι δὴ πάλιν ἐξ ἀρχῆς ἐπὶ τὸν τῆς περιβολῆς λόγον. ἤτοι γάρ, ὅπερ ἔφην, ὅταν προσλάβῃ τις τῶν ἔξωοθέν τι, ποιεῖ κατ ἔννοιαν περιβολήν, ὡς ἐδείξαμεν, ἢ ὅταν μὴ ψιλὰ λέγῃ τὰ πράγματα μηδὲ καθʼ ἑαυτά, ἀλλὰ μετὰ τῶν παρακολουθούντων, οἷον τόπου, χρόνου, αἰτίας, τρόπου, προσώπου καὶ ἔτι γνώμης τῆς τοῦ προσώπου πάντων τε ἀπλῶς τῶν τοιούτων, οἷον ‘ὑπεσχόμην χορηγήσεινʼ. πότε; ‘τρίτον ἔτος τουτίʼ. ποῦ; ‘ἐν τῇ ἐκκλησίᾳ’. διὰ τί; ‘οὐ καθεστηκότος χορηγοῦ καὶ διὰ τοῦτο λόγων καὶ λοιδορίας γινομένων. ʼ πῶς ὑπέσχου; ‘ἐθελοντήςʼ. τίς ὤν; ‘οὐ πάνυ πλούσιος. μανία γὰρ ἴσως ἐστίνʼ, ἔφη, ‘τὸ παρὰ τὴν δύναμίν τι ποιεῖνʼ· τοῦτο δέ ἐστι τῆς τοῦ προσώπου προσλήψεως ἴδιον. τίνι γνώμῃ; ‘διὰ φιλοτιμίανʼ. προηγουμένως μὲν οὖν κατʼ ἔννοιαν ἀπὸ τούτων γίνεται περιβολή. δύναται δὲ καὶ αὔξεσθαι ἕκαστα τούτων καὶ μιᾶλλον ποιεῖν ἐμπερίβολον κατʼ ἔννοιαν τὸν λόγον καὶ ἐξ ἑτέρων, οἷον ‘ὑπεσχόμην χορηγήσειν πένης ὤνʼ· τοῦτο μὲν ἦν τοῦ προσώπου ψιλόν· ηὔξηται δὲ πῶς; πρῶτον μὲν ἀπὸ τῆς πρὸς ἕτερον διαφορᾶς, οἷον ‘μηδενὸς ὑπισχνουμένουʼ, εἶτα ἄλλη αὔξησις ‘μηδὲ τῶν πλουσίωνʼ, εἶτα ἑτέρα ‘καὶ οὐδὲ τῶν ἄλλων λειτουργιῶν ἀτελὴς μεμενηκώς, ἀλλὰ πολλὰ λελειτουργηκὼς καὶ ἐν ἐπιδόσεσι καὶ ἐν τριηραρχίαιςʼ. καὶ ὅλως καθʼ ἕκαστον ἐθέλων αὔξειν εὕροις ἂν πολλὰ καὶ ἐνθυμήματα καὶ παραδείγματα καὶ ὡρισμένα καὶ ἀόριστα· οὐ γὰρ μόνον ἀπὸ τῶν προειρημένων περιβάλλοι τις ἄν, ἀλλὰ καὶ ἐπιχειρῶν πανταχόθεν, οἷον ἀπὸ τοῦ ὁμοίου, ἀπὸ τοῦ ἐναντίου, τοῦ γένους, τοῦ εἴδους, τοῦ ὅλου, τοῦ μέρους, ἔτι ἀπὸ τοῦ μείζονος, ἴσου, ἐλάττονος. ταῦτα δὲ ἴσως οὐδὲ προσλήψεις εἰσίν, ἀλλὰ πίστεις μᾶλλον, τὰ διὰ τούτων ἐνθυμήματα λέγω καὶ παραδείγματα γινόμενα, καὶ δεῖται λόγου τοῦ περὶ πίστεων. —Ἔτι περιβάλλει κατʼ ἔννοιαν καὶ τὸ μὴ αὐτὰ τιθέναι μόνα τὰ πραχθέντα, ἀλλὰ καὶ τὰ ἐκβάντα ἄν, εἰ μὴ τοῦτο ἐγένετο, καὶ δέον τινὰ πρᾶξαι ὅτι παρῆκεν, ὡς εἰ λέγοιμεν ὅτι «πάντα τὰ ἄλλα ἀφεὶς καὶ παριδὼν ἐπέραινεν, ἐφʼ οἷς ἐμισθώθη». Ἀλλὰ κατʼ ἔννοιαν μὲν οὕτω γίνεται περιβολή.