Ancient Greek
Β, Περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 2.1-4
Not analysed yet
Ἔστι τοίνυν οὗτος ἀφελὴς μὲν ὡς ὅτι μάλιστα καὶ τούτῳ πλεονάζων τῷ εἴδει παρὰ τὰ ἄλλα εἴδη πάντα τοῦ πανηγυρικοῦ, ταῖς μὲν ἀπὸ τῆς ἀφελείας αὐτῆς ἡδοναῖς πολλαῖς χρώμενος, γλυκύτησι δὲ ταῖς ἀπὸ τούτων οἷον ταῖς ἀπὸ τῶν μύθων καὶ τῶν τοιούτων μιανότερον· ἐπεὶ καί, ὅτε περὶ τῶν κυνῶν διέξεισιν ἡδονὰς ποιῶν, κατὰ τὴν τῆς ἀφελείας αὐτῆς ἐπίτασιν τοῦτο ποιεῖ καὶ οὐ κατʼ ἄλλο τι τῶν φύσει γλυκύτητος ἰδίων. τὸ μέντοι περὶ τὸν Ἀβραδάτην καὶ τὴν Πάνθειαν πᾶν ἡθός τε καὶ πάθος πολλὰς ἔσχε τὰς ἡδονὰς μυθικῶς πλασθέν, καὶ τὰ περὶ τὸν ΤΠγράνην δὲ ὡσαύτως καὶ τὴν γυναῖκα αὐτοῦ τὴν Ἀρμενίαν. ἔφαμεν δὲ, ὅτι μανῶς μὲν χρῆται ταῖς τοιαύταις γλυκύτησι, χρῆται μέντοι καὶ ταύταις. μεγέθους δὲ κατὰ μὲν ἔννοιαν ἅπτεται πολλαχοῦ, καθαιρεῖ δὲ καὶ τοῦτο καὶ βιάζεται πρὸς τὸ ἀφελὲς ταῖς μεθόδοις καὶ τῇ λέξει καὶ τοῖς περὶ τὴν λέξιν ἄπασι. καθαρὸς δὲ καὶ εὐκρινὴς εἴπερ τις ἕτερος ὁ Sενοφῶν, δριμύτησι δὲ καὶ ὀξύτησι χαίρων, ὡν τὴν φύσιν ἐν τῷ περὶ γλυκύτητός τε καὶ ἀφελείας εἴρήκαμεν. ἐπιμελείᾳ δὲ ὡς ἐν ἀφελεῖ τε καὶ ἀπλάστῳ λόγῳ χρῆται πολλῇ, τῆς δὲ παρὰ τῷ Πλάτωνι ἀφελείας πολλῷ ἡ παρὰ τούτῳ ἀφελεστέρα ἐστί, κατʼ αὐτὰς τὰς ὑποθέσεις τῶν πραγμάτων τοιαύτη γινομένη, οὐ μόνον κατὰ τὴν λέξιν καὶ τὰ ἑπόμενα τῇ λέξει. Χυμπόσια γοῦν ἀμφοτέροις ἐστὶ γεγραμμένα, ἀλλʼ ὅ μὲν καὶ ὀρχηστρίδων εἰσόδους καὶ ὀρχημάτων εἴδη τινὰ καὶ φιλήματα καὶ πολλὰ τοιαῦτα λέγειν μεθʼ ἡδονῆς οὐ παραιτεῖται, ὅ δὲ ταῦτα ἀφεὶς ταῖς γυναιξίν, ὡς αὐτός φησιν, ἐπὶ τὸ σεμνότερον ἄγει τὴν ἀφέλειαν τῶν πραγμάτων. τοιοῦτος δὲ ὁ Χενοφῶν κἀν τοῖς ἱστορικοῖς, οἷος κἀν τοῖς ἄλλοις, οἶον ὅτι χιλὸν ἐστέψαντο, ὅταν λέγρ, καὶ ὅτι τοῖς παισὶν ὡς ἐνεοῖς διελέγοντο καὶ ὅτι πίνειν ἀπὸ τοῦ κρατῆρος ἐπικύψαντας ἔδει καθάπερ βοῦν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καθʼ ὑπερβάλλουσαν ἀφέλειαν ἔχει τὴν ἡδονήν, ἧπερ οὐχ ὁμοίως ὁ Πλάτων χρῆται. κὰν ταῖς μιμήσεσι δὲ τῶν προσώπων μᾶλλον εὐδοκιμεῖ, ὅτε ἀφελῆ καὶ ὡς ὄντως ἄπλαστα καὶ ἁπαλὰ καὶ ἡδέα ἤθη ψυχῶν μιμοῖτο, ὥσπερ καὶ τὸ τοῦ Κύρου παιδὸς ἔτι ὄντος καὶ ὅσα τοιαῦτα· παρὰ δὲ τῷ Πλάτωνι τοιοῦτον οὐδὲν ἔστι, πλὴν ὅσον ἐν ταῖς κατὰ μειρακίων ἡλικίαν, οἶον ὅτε τὸν εαίτητον ἤ τι τοιοῦτο πρόσωπον εἰσάγοι, πάντως οὐ κατὰ τὸ Κύρου δήπουθεν ὄν, λέγω παιδὸς ἔτι ὄντος, ἢ κατὰ τὸ τῆς Ἀρμενίας γυναικὸς ἢ ὅσα τοιαῦτα. ἰδίον δὲ Ξενοφῶντος καὶ τὸ κατὰ ποσὰ διαστήματα χρῆσθαι ποιητικαῖς πως λέξεσι πολὑ τῶν ἄλλων τῇ φύσει διεστηκυίαις λέξεων, ὥσπερ ὅταν λέγῃ πορσύνεινʼ καὶ ὅσα τοιαῦτα. Μετὰ δὲ Σενοφῶντα τάττοιτʼ ἄν ὁ Αἰσχίνης ἡμῖν, λέγω δὲ τὸν Χωκρατικόν. οὗτος τοίνυν ἔστι μὲν ἀφελὴς καὶ αὐτὸς εἴπερ τις ἕτερος, πλείονι δὲ τᾷ καθαρῷ καὶ εὐκρινεῖ ἢ τῷ ἀφελεῖ χρῆται· ταῦτά τοι καὶ λεπτότερός ἐστι κατὰ τὴν λέξιν τοῦ ενοφῶντος· ἐννοίαις γὰρ οὐκ ὀλίγαις καὶ αὐτὸς σεμνοτέραις χρῆται, ἡδοναῖς δὲ ταῖς ἀπὸ τῶν μύθων τε καὶ μυθικῶν μετριώτερον. ὅσον δὲ ὁ Ξενοφῶν ἀφελεία τῇ κατʼ αὐτὸν ὑπερβέβληκε τὴν Πλάτωνος ἀφέλειαν, φαίης ἂν ὅτι τοσοῦτον πάλιν αὗ τὸν ενοφῶντα ὑπερβέβληκεν ὁ Αἰσχίνης τῇ λεπτότητι· διὸ καὶ πολλῷ καθαρώτερός ἐστιν ἐπιμελής τε ὡς ἐν ἀφελείᾳ σφόδρα καὶ μᾶλλόν γε ἢ ἐνορῶν.