Ancient Greek · ~2 min
Β, Περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3-14
Not analysed yet
Ὁ δὲ Νικόστρατος —ἄξιον γὰρ οἶμαι, τάχʼ ἴσως δὲ καὶ ἀναγκαῖον μετʼ ἐκείνους καὶ τούτου ποιήσασθαι μνήμην —ἀφελὴς μὲν οὐδενὸς ἡττόν ἐστι τῶν προειρημένων, λεπτότερος δὲ καὶ πολλῷ καθαρώτερος σχεδὸν ἀπάντων· ὑπέρισχνον γὰρ αὐτῷ τὸ εἶδος καὶ οὐδαμοῦ μέγεθος ἔχον, πλὴν εἴ που κατʼ ἔννοιαν μόνην. μύθοις μέντοι χαίρων καὶ ταῖς ἀπὸ τούτων ἡδοναῖς· ὅς γε καὶ μύθους αὐτὸς πολλοὺς ἔπλασεν, οὐκ Αἰσωπείους μόνον, ἀλλʼ οἶους εἶναί πως καὶ δραματικούς. ἐπιμελὴς δὲ κατὰ τὴν σύνταξιν ἀλλʼ ὅτι μάλιστα, μετὰ μέντοι τοῦ μὴ λυμαίνεσθαι τῇ ἀφελείᾳ.