Ancient Greek
Α, Περὶ καθαρότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3
Not analysed yet
Δέξις δὲ καθαρὰ ἡ κοινὴ καὶ εἰς ἅπαντας ἤκουσα καὶ μὴ τετραμμένη μηδʼ ἀφʼ ἑαυτῆς οὖσα σκληρά, ὡς τὸ ἀταρπός, οἶον «προσέβη τρηχεῖαν ἀταρπόν» καὶ τὸ «τκατεσθίων κατέφαγε καὶ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «πεπρακὼς ἐαυτόν» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα καὶ ἁρπάζων», ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐναργῆ μέν ἐστι καὶ μέγεθος ἔχοντά πως, οὐ μὴν καθαρά· διὸ τοῖς πολλοῖς αὐτῶν καὶ σαφηνισμοῦ τινος δεῖ, ὡς τῷ ‘ἐκνενευρισμένοιʼ ἐδέησε τοῦ «περιῃρημένοι χρήματα, συμμάχους» εἰς σαφήνειαν. πολὑ δὲ τὸ καθαρὸν τῆς λέξεως παρʼ Ἰσοκράτει.