Ancient Greek
Β, Περὶ ἀφελείας.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3-10
Not analysed yet
Λέξις γε μὴν ἀφελὴς τὸ μὲν πλεῖστον ἡ αὐτή ἐστι τῇ καθαρᾷ, εἰσὶ δὲ τινὲς καὶ ὥσπερ ἴδιαι τῆς ἀφελείας, ὡς τὸ ῾ἀδελφίζεινʼ παρὰ τῷ Ἰσοκράτει καὶ ὁ ῾κλαυσίγελωςʼ παρὰ τῷ Ξενοφῶντι καὶ ἄλλαι τινὲς τοιαῦται· ἠθικαὶ γὰρ αὗται καὶ ἄγαν ἀφελεῖς. καὶ μὴν καὶ αἱ δριμεῖαι, περὶ ὧν καὶ ἐν τῷ περὶ δριμύτητος καὶ ὀξύτητος αὐτίκα λέξομεν, ὡς ἔφην· αὗται δὲ ὡς ἐπὶ τὸ πλεῖστον γλυκύτητα ποιοῦσιν ἐν ἀφελείᾳ, ἡ δὲ γλυκύτης οἷον κάλλος τι τῆς ἀφελείας ἐστί, περὶ ἧς καὶ αὐτῆς μετʼ οὐ πολὺ λέξομεν· καὶ πρῶτόν γε περὶ ταύτης, εἶθʼ ὕστερον περὶ τῆς δριμύτητος εἴτε ὀξύτητος. Ἀλλὰ πάλιν ἐπὶ τὸν περὶ ἀφελείας λόγον ἰτέον. λέξις μὲν γὰρ ἡ τοιαύτη ἰδία ἀφελείας.