Ancient Greek · ~4 min
Α, Περὶ εὐκρινείας.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3-2
Not analysed yet
Μέθοδοι δὲ αἴ τε προειρημέναι καὶ ἔτι τὸ κατὰ φύσιν τὴν τῶν πραγμάτων χρῆσθαι τῷ λόγῳ τὰ πρῶτα τιθέντας πρῶτα καὶ τὰ δεύτερα δεύτερα καὶ τὰ ἄλλα ὁμοίως, ὅπερ ἐστὶ πολὺ παρὰ τῷ Ἰσοκράτει· οὐ μὴν δεινοῦ γε τύπου ταῦτα οὐδὲ Δημοσθενικοῦ· διόπερ ὡς ἑτέρως ὁ ῥήτωρ ποιῶν τά γε εὐκρινοῦντα τὴν σύγχυσιν αὐτῶν παραλαμβάνει, καθάπερ ὀλίγῳ πρότερον ἐδείξαμεν. συμβαίη δʼ ἄν ἴσως ποτὲ καὶ τὸ τὴν οὖσαν τάξιν τοῖς πράγμασι φυλάττειν δεινότητος εἶναι· φανερὸν δὲ ποιήσομεν ἀκριβῶς τοῦτο ἐν τῷ περὶ μεθόδου δεινότητος. —Ἔτι κατὰ φύσιν τὴν τῶν πραγμάτων ἐστὶν εὐκρινὲς τὸ τὰς ἀντιθέσεις πρώτας τῶν λύσεων τιθέναι. καὶ τοῦτο ὁ μὲν Ἰσοκράτης σχεδὸν ἀεὶ ποιεῖ, οὐ μὴν ὅ γε ῥήτωρ ἀεί, ἀλλʼ ὥσπερ καὶ τῶν ἄλλων ἕκαστον τῇ τάξει τίθησιν, ὅπως ἂν αὐτῷ λυσιτελῇ, πρῶτον ἢ τελευταῖον ἢ μέσον, οὕτω καὶ τὰς ἀντιθέσεις λύει τοτὲ μὲν προτιθεὶς τὰς λύσεις αὐτῶν, τοτὲ δὲ ἐπάγων, ἔστι δʼ ὅτε μέσας τῶν λύσεων ἐκείνας τιθείς. ὁ δὲ περὶ ἀντιθέσεων εἰσαγωγῆς λόγος ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν ἀκριβῶς ῥηθήσεται. Ἀλλὰ μέθοδοι μὲν εὐκρινείας αὗται.