Ancient Greek
Α, Περὶ σεμνότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 3.1
Not analysed yet
Δέξις δὲ σεμνὴ πᾶσα μὲν ἡ πλατεῖα καὶ διογκοῦσα κατὰ τὴν προφορὰν τὸ στόμα, ὥστε οἶον στομφάζειν καί, ὅπερ ἐπιτηδεύουσι τινές, τοῦτο ἀναγκάζεσθαι ποιεῖν τῇ φύσει τῶν λέξεων αὐτῶν. τοιαῦται δὲ καὶ ἄλλαι μέν τινες, ἐξαιρέτως δὲ αἵ τε τῷ α καὶ τῷ α πλείστῳ χρώμεναι, ὥς που καὶ ὁ Πλάτων τὴν οἰωνιστικήν φησιν ᾠωνιστικὴν ὀνομάσαι τινὰς ἀποσεμνύνοντας τῷ ω. καὶ περὶ τοῦ α λέγοιτʼ ἄν τι τοιοῦτον· ὁ γὰρ Θεόκριτος ἀχθόμενόν τινα πεποίηκε δωριζούσαις γυναιξὶ διὰ τὸ πλατύνειν τῷ α τὰ πλεῖστα χρωομέναις τὴν φωνήν. μιάλιστα δὲ τὰ στοιχεῖα ταῦτα τὸ α καὶ τὸ α διαίρει τε καὶ διογκοῖ τὸν λόγον, εἰ κατὰ τὰς τελευταίας συλλαβὰς εἴη τῶν λέξεων, οἷον «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ δεύς». —Δεύτεραι δὲ σεμνότητος λέξεις καὶ αἱ διὰ τοῦ Ο στοιχείου κατὰ μόνας εἴς τι μακρὸν καταλήγουσαι, οἷον Ὀρόντης, καὶ αἱ ταῖς μακραῖς τε καὶ διφθόγγοις πλεονάζουσαι καὶ αἰ τὰ τελευταῖα ἐν ταύταις ἔχουσαι, πλὴν τῆς ει διφθόγγου· καὶ εἰ καθʼ αὐτὸ δὲ τὸ ι τιθοῖτο, ἥκιστα σεμνὴν ποιεῖ τὴν λέξιν πλεονάσαν, συστέλλει γὰρ μᾶλλον καὶ σεσηρέναι ποιεῖ, διογκοῖ δὲ οὐδαμῶς τὸ στόμα. —Καὶ μὴν καὶ αἱ τροπικαὶ λέξεις σεμναὶ καὶ διωγκωμέναι, κίνδυνος δὲ ἐν ταύταις οὐ μικρὸς περὶ τὴν χρῆσιν. αἱ μὲν γὰρ μετρίως ἔχουσαι ποιοῦσι τὸν λόγον σεμνόν, οἷον «τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα» ἀντὶ τοῦ τὰ ἀγαθὰ ἐλπίζοντας· ὁρᾷς, ὅτι διὰ τὸ σφόδρα ἔχειν μετρίως τὸ ‘προβαλλομένουςʼ οὐδὲ ἐμφαίνεται ἡ τροπή; αἱ μετρίως μὲν οὖν ἔχουσαι τοιαῦταί εἰσιν. εἰ δὲ ὑπερβαῖέν τι τοῦ μετρίου, τραχύνουσι τὸν λόγον, οἷον «αὶ δὲ πόλεις ἐνόσουν»· διὸ καὶ ἐξηγήσεως αὐτῷ ἐδέησε· τὸ γὰρ «τῶν μὲν ἐν τῷ πολιτεύεσθαι καὶ πράττειν δωροδοκούντων» καὶ τὰ ἐξῆς τοῦ ‘ἐνόσουνʼ ἐστὶν ἐξηγητικά. εἰ δὲ ἐπὶ πλέον ὑπερβαῖεν αἱ τροπαί, σκληρότερον ποιοῦσι τὸν λόγον, ὥσπερ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «πεπρακὼς ἑαυτόν» καὶ τὸ «λωποδυτῶν τὴν Ἑλλάδα ». περαιτέρω δὲ τούτων εἰ προέλθοιεν, καὶ παχύτερον καὶ σχεδὸν εὐτελέστερον αὐτὸν ποιοῦσι. παράδειγμα τούτου Δημοσθενικὸν μὲν οὐκ ἂν λάβοις, οὐδὲ γὰρ ἔστι παρὰ δὲ τοῖς ὑποξύλοις τουτοισὶ σοφισταῖς πάμπολλα εὕροις ἄν· τάφους τε γὰρ ἐμψύχους τοὺς γῦπας λέγουσιν, ὧνπερ εἰσὶ μάλιστα ἄξιοι, καὶ ἄλλα τοιαῦτα ψυχρεύονται πάμπολλα. ἐκτραχηλίζουσι δʼ αὐτοὺς αἵ τε τραγῳδίαι πολλὰ ἔχουσαι τούτου παραδείγματα, καὶ ὅσοι τῶν ποιητῶν τραγικώτερόν πως προαιροῦνται, ὥσπερ Πίνδαρος. ἀλλʼ ὑπὲρ μὲν τούτων οὕτω χρωομένων τῷ λόγῳ —τῶν τραγῳδοποιῶν δὲ λέγω καὶ Πινδάρου —τάχʼ ἂν ἔχοιμέν τι λέγειν, οὐ τοῦ παρόντος δὲ ὂν καιροῦ εἰς τὸ δέον ἀναβεβλήσθω· ὑπὲρ μέντοι τῶν ἐν πολιτικῷ λόγῳ τοιαύταις χρωμένων παχύτησιν οὐδεμίαν ἀπολογίαν εὑρίσκω. —Ἔτι δὲ σεμνὴ λέξις ἥ τε ὀνοματικὴ καὶ αὐτὰ τὰ ὀνόματα. ὀνοματικὴν δὲ λέγω τήν τε ἀπὸ τῶν ῥημάτων εἰς ὀνόματα πεποιημένην καὶ τὴν διὰ μετοχῶν τε καὶ ἀντωνυμιῶν καὶ τῶν τοιούτων. ὡς ἐλάχιστα γὰρ ἐν σεμνότητι δεῖ χρῆσθαι τοῖς ῥήμασιν, ὥσπερ ὁ Θουκυδίδης σχεδὸν μὲν διόλου βούλεται ποιεῖν τοῦτο, καταφανῶς δὲ αὐτὸ ἐν τῇ τῆς στάσεως ἐκφράσει τῶν Κερκυραίων πεποίηκε· πλὴν γὰρ τοῦ ‘ἐνομίσθηʼ τἆλλα πάντα σχεδόν ἐστιν ὀνόματά τε καὶ ὀνοματικά, οἷον «τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα» καὶ τὰ ἑξῆς· εἰ δέ τι ἐν τούτοις καὶ σκληρότητος ἢ τραχύτητος ὕπεστιν, ἑτέρου λόγου. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Δημοσθένει ῥηθέν τε ὁμοῦ καὶ θεωρηθὲν ὑπʼ αὐτοῦ, λέγω τὸ τοὐ γὰρ τὰ ῥήματα τὰς οἰκειότητας ἔφη βεβαιοῦν,» εἶθʼ ἡ θεωρία μάλα σεμνῶς ὀνομάζων». Λέξεις μὲν οὖν αὗται σεμναί.