Ancient Greek
Α, Περὶ σεμνότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 4-2
Not analysed yet
Σχήματα δὲ σεμνά, ἅπερ καὶ καθαρά, ἡ ὀρθότης λέγω καὶ εἴ τι τοιουτότροπον. —Καὶ μὴν καὶ αἱ ἐπικρίσεις, εἴτʼ ἔννοιαί τινες εἴτε σχήματα εἶεν, σεμναί, οἷον «λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος κελεύει ἀποδοῦναι καὶ χρή», καὶ ὁ ῥήτωρ «τὸρθῶς καὶ καλῶς βουλευόμενοι»· πάντα γὰρ τὰ τοιαῦτα ἀξιωματικὰ καὶ σεμνά. αἱ δὲ μετʼ ἐνδοιάσεως ἐπικρίσεις ἠθικαί, ἀλλʼ οὐ σεμναί, οἷον «δεῖ δέ με ὡς ἔοικε καίπερ οὐ φιλολοίδορον ὄντα». καὶ ὅλως πᾶσα ἐνδοίασις ἠθικώτερον ποιεῖ τὸν λόγον· δεῖ γὰρ ἀποφαίνεσθαι τὸν μέλλοντα ἀξίωμά τι τᾷ λόγῳ προστιθέναι καὶ σεμινότητα, οἷον «τοὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας οὐδʼ ἀπαλλαγὴ ἴιλίππῳ»· ἐὰν γὰρ εἴπῃς ‘οὐκ ἦν οἶμαι πέραςʼ καὶ τὰ ἑξῆς, ἦθος ποιεῖς. —Καὶ μὴν καὶ τὸ εἰς τὴν αὑτοῦ γνώμην ἀναφέρειν τι τῶν ῥηθησομένων ἀξιωμιατικὸν καὶ σεμνόν, οἷον βούλομαι τόδε εἰπεῖνʼ καὶ ὁ Θουκυδίδης «Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προὔχων». —Ἥκιστα δὲ αἱ ἀποστροφαί τε καὶ ὑποστροφαὶ λόγου σεμνοῦ ἢ καθαροῦ· τοὐναντίον γὰρ καὶ καθαιροῦσιν αὐτοῦ καὶ διαφθείρουσι τὸ σεμινὸν αὗται καὶ πάλιν αὗ τὸ καθαρὸν ὡσαύτως, διακόπτουσαί τε κατὰ τὰς ἐπεμβολὰς καὶ ἀναχαιτίζουσαι τὸ ἄφετον αὐτοῦ καὶ ἐλεύθερον καὶ πρὸς τὸ κοινότερον καὶ πολιτικώτερον ἄγουσαι, καθάπερ τὸ «κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν» μεταξὺ τοῦ «ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται» πεποίηκε τεθέν· οὐ γὰρ ὅμοιον ἦν οὕτως εἰπεῖν, ὡς προείρηται, ἢ κατὰ τὴν ὑποστροφὴν διακόψαντα, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται»· ἀλλὰ τοῦτο μὲν γοργὸν ἅμα τῷ πολιτικῷ καὶ σεμνόν ἐστιν, ἐκεῖνο δὲ καθαρῶς σεμνὸν ἂν ἦν καὶ ἀμιγές. δεῖ οὖν, εἰ μὲν διόλου μέλλοι σεμνὸς ἡμῖν ὁ λόγος μένειν, ἐκείνως ἀλλὰ μὴ οὕτως αὐτὸν ἐργάζεσθαι, εἰ δὲ τοὐναντίον, ὡς ἑτέρως δηλαδή.