Ancient Greek
Α, Περὶ καθαρότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 5
Not analysed yet
Μετὰ δὲ τὸν περὶ σχημάτων λόγον τῆς καθαρότητος ὁ περὶ τῶν κώλων εἴη ἄν. δῆλον δὲ ἀπὸ τῶν προειρημένων, ὁποῖα εἶναι καὶ ταῦτα δεῖ, ὅτι μικρὰ καὶ κομματικὰ καὶ καθʼ ἑαυτὰ ἀπαρτίζοντα τὰς ἐννοίας· τὰ γὰρ μακρὰ τῶν κώλων καὶ αἰ περίοδοι οὐ καθαροῦ λόγου.