Ancient Greek · ~9 min
Α, Περὶ εὐκρινείας.
Hermogenes, Περὶ ἰδεῶν λόγου 5-2
Not analysed yet
Σχήματα μὴν εὐκρινείας τὸ κατʼ ἄθροισιν ὡρισμιένον, οἷον ‘ἐνταυθοῖ δύο εἴρηκε, τόδε καὶ τόδεʼ· οὔτε γὰρ ἀπῄτησεν ὁ ἀκούων πλείονα τῶν δύο καὶ τὸ δεύτερον πρόοιδε ῥηθησόμενον· ὥστε, ἀφʼ οὗπερ κατʼ ἄθροισιν ἔλεγε, προδιηυκρίνει. —Τοιαῦτα δὲ σχήματα καὶ ὁ μερισμὸς καὶ ἡ ἀπαρίθμησις· τὸ μὲν γὰρ ἐφέλκεσθαι ἄλλα νοήματα περιβάλλει τὸν λόγον, τῷ δʼ εὐθὺς ἀρχομένου τοῦ λέγοντος ἐμφαίνεσθαι τοῖς ἀκούουσιν, ὅτι ἕπεται καὶ ἄλλο τι νόημα, προδιηυκρίνηται τὸ πᾶν· ἄν τε γὰρ εἴπῃ ‘πρῶτον μὲν τόδεʼ, ὅτι καὶ δεύτερόν τι ἐρεῖ προεπίστανται, ἐάν τε τὸ «ἔδει μέν, ὦ Ἀθηναῖοι, τοὺς λέγοντας καὶ τὰ ἑξῆς, ἀναμένουσιν ὁμοίως, ἕως ἂν ἀνταποδῷ τὸν σύνδεσμον. εὐκρινείας οὖν καὶ ταῦτα. ―Ἔτι κατὰ τὸ σχῆμα εὐκρινὴς γίνεται ὁ λόγος, ὅταν ὁ λέγων οἷον ἑαυτὸν ἐρωτῶν εἶτα ἀποκρίνηται κατὰ διάστασίν τινα, ὥσπερ ἐν τοῖς τοιοῖσδε «τίνος οὖν ἕνεκα ταῦτα λέγω;» καὶ πάλιν «πῶς οὖν;» καὶ πάλιν «διὰ τί;» καὶ τὰ τοιαῦτα. πολλοῖς τοιούτοις ἐν τῷ Κατὰ Ἀριστοκράτους τὸ παράνομον ἐξετάζων κέχρηται ἀναγκαίως· σαφηνείας γὰρ μάλιστα κατʼ ἐκεῖνο τὸ χωρίον δεῖ τῷ λόγῳ. —Καὶ μὴν καὶ αἱ ἐπαναλήψεις μάλα χρήσιμοι πρὸς εὐκρίνειαν καὶ σαφήνειαν. ἐπειδὰν γάρ τι προθῇς σχῆμα τῶν ἐφελκομένων ἕτερον νόημα, εἴτʼ ἀναγκασθῇς ἐπεμβαλεῖν ἄλλα τινὰ νοήματα πρὶν ἀποδοῦναι τὸ ἀκόλουθον, ἀνάγκη ἐπαναλαβεῖν καὶ διευκρινῆσαι, ἵνα μή σοι ἀσαφὴς καὶ συγκεχυμένος γένηται ὁ λόγος, ὥσπερ εἴωθε ποιεῖν καὶ ὁ Δημοσθένης, οἷον «τὸ μὲν οὖν τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι· διὰ τί;» φησίν, ‘ὅτι τὸ καὶ τόʼ · πολλὰ εἰπὼν κατασκευαστικὰ τῆς προτάσεως οὐκ ἐπήγαγεν εὐθὺς τὸ ἑξῆς νόημα τὸ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι», ἀσαφὴς γὰρ ἂν οὕτως ὁ λόγος τῆς ἀκολουθίας μὴ φαινομένης ἐγένετο· ἐπαναλαβὼν οὖν καὶ πρῶτον εἰπὼν τὸ «ταῦτα μὲν οὖν παραλείψω,» εἶθʼ οὕτως ἐπαγαγὼν τὸ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι», εὐκρινῆ καὶ σαφῆ πεποίηκε τὸν λόγον. πάλιν ἐν τῷ Κατʼ Αἰσχίνου «τίνος οὖν», φησίν, «ἕνεκα ταῦτα λέγω; ἑνὸς μέν, ὦ Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμιῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ», εἶτα πολλὰ ἐπεμβαλὼν καὶ μεστώσας τὸν λόγον ἀναγκαίως τῇ ἐπαναλήψει κέχρηται, ἵνα διευκρινήσῃ «πρώτου μὲν οὖν τούτου καὶ μάλιστα, οὗπερ εἶπον, ἕνεκα ταῦτα διεξῆλθον· δευτέρου δὲ τίνος καὶ οὐδὲν ἐλάττονος ἢ τούτου; πολλὰ τούτου παραδείγματα ἔχεις παρὰ τἀνδρί. Ταῦτα καὶ περὶ σχημάτων εὐκρινείας.