Ancient Greek · ~6 min
Β, Περὶ γορχότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 6-9
Not analysed yet
Νῦν δὲ πρῶτον περὶ τῶν σχημάτων λέξομεν, ἃ τμητικὰ ὄντα κατʼ ἀνάγκην ἐστὶ καὶ γοργά. σχήματα μὲν οὖν τοῦ εἴδους τάδε. τὸ ἀσύνδετον κομματικόν, οἷον «προσῆλθε τῇ βουλῇ, προβούλευμα ἐγράφη». τὸ κατʼ ὄνομα κομματικόν, οἷον ‘Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Mεθώνην, Παγασάς’, καὶ αἱ πυκναὶ καὶ διʼ ἐλαχίστου ἐξαλλαγαί, οἷον «τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτίδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη» καὶ τὰ ἑξῆς, οἵ τε διʼ ἐλαχίστου μερισμοὶ τὴν ἀνταπόδοσιν ἔχοντες, οἷον «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τούς πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται». τὸ κατʼ ἐπαναφορὰν κομματικόν, οἷον «ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ σαυτὸν καλεῖς». τὸ κατʼ ἀντιστροφὴν κομματικὸν «ταξιάρχους παρʼ ὑμῶν, ἄρχοντας παρʼ ὑμῶν». αἱ ταχεῖαι καὶ διʼ ἐλαχίστου συμπλοκαί, οἷον «καὶ σπουδαῖα νομίζων, ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει, περὶ ὧν βουλεύεσθε, ἐφʼ ἃ παρελήλυθα», καὶ ὁ Θουκυδίδης «καὶ οἱ πατέρες ὑμῶν, ὦ Λακεδαιμόνιοι, καὶ ὑμῶν οἱ πρεσβύτεροι». εἰ δὲ πολλαὶ γένοιντο αἱ συμπλοκαὶ μὴ καθʼ ἑκάστην πληρουμένης τε καὶ ἱσταμένης τῆς διανοίας, ἀλλʼ εἰς μίαν ὡς περίοδόν τινα πασῶν ἐμπεριλαμβανομένων, τοῦ μὲν τμητικοῦ οὐδὲν ἧττον ἔμφασις ἔσται, τοῦ δʼ αὖ γοργοῦ καὶ αὐτοῦ μὲν ἔμφασίς τις, μετρία δέ πως, περιβολὴ δὲ μᾶλλον γενήσεται ἢ γοργότης, οἷον «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν καὶ καταλαμβάνων Ὠρεόν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «πότερον ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὔ;» Ἀλλʼ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον.