Ancient Greek
Α, Περὶ εὐκρινείας.
Hermogenes, Περὶ ἰδεῶν λόγου 7-2
Not analysed yet
Καὶ περὶ μὲν σαφηνείας τοσαῦτα. καὶ γινώσκειν γε χρή, διϊσχυρισαίμην γὰρ ἄν, ὅτι λόγος σαφὴς μὴ ταῦτα ἢ τούτων τι ἔχων οὐκ ἂν γένοιτο, λέγω τῶν ἤτοι τὴν καθαρότητα ποιούντων ἢ τὴν εὐκρίνειαν. ἐναντίον δὲ εὐκρινείας σύγχυσις, ἥ δὴ γίνεται, ὅταν χωρὶς τῶν ποιούντων εὐκρίνειαν περιβάλλῃ τις καὶ μεστὸν ποιῇ τὸν λόγον, ἥπερ καὶ κακία ἐστὶ λόγου· οὐ γὰρ ἣ γε ἀπλῶς ἀσάφεια κακία ἂν εἴη λόγου, ἐπεὶ αἵ γε ἐμφάσεις οἶον «οἱ δὲ συνειπόντες ὅτου δήποτε ἕνεκα —ἐῶ γὰρ τοῦτό γε καὶ τὰ ἐσχηματισμένα τῶν ζητημάτων οὐ σαφῶς λέγει τὰ πράγματα, καὶ οὐ κατὰ κακίαν φήσομεν προάγεσθαι δήπου οὐδὲ εἶναι τοῦ λόγου κακίαν.