Ancient Greek · ~3 min
Β, Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 7-9
Not analysed yet
Ὀ δὲ Δείναρχος πολιτικὸς ὤν ὡς οἶα σαφὴς καὶ ἀληθὴς καὶ πιθανὸς πολὑ τὸ σφοδρὸν ἔχει καὶ τὸ τραχὑ κατά τε τὴν ἔννοιαν καὶ τὴν μέθοδον· κατὰ δὲ αὐτὴν τὴν λέξιν ἡττόν ἐστι σφοδρός, κατὰ μέντοι τὰ περὶ τὴν λέξιν, οἷον σχήματα, κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμούς, καὶ πάνυ σφοδρός τε καὶ τραχύς ἐστι· διὸ καὶ ἧττον ἐπιμελὴς ὁ λόγος αὐτῷ, γοργὺς μέντοι καὶ δεινὸς οὐ μετρίως· μιᾶλλον δὲ εἶναι δοκεῖ ἢ ἔστι δεινὸς διὰ τὸ τῆς τοιαύτης μᾶλλον μετέχειν δεινότητος. καθόλου τε ὁ ἀνὴρ ἐμφαινόμενον ἔχει πολύ τὸ Δημοσθενικὸν διὰ τὸ τραχὑ καὶ γοργὸν καὶ σφοδρόν, ὥστʼ ἤδη τινὲς καὶ προσπαίζοντες αὐτὸν οὐκ ἀχαρίτως κρίθινον Δημοσθένην εἰρήκασι. Ταῦτα καὶ περὶ Δεινάρχου.