Ancient Greek
Β, Περὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν ὡραίου τε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου.
Hermogenes, Περὶ ἰδεῶν λόγου 8.1
Not analysed yet
Ἐπιεικὴς καὶ ἠθικὸς λόγος γίνεται κατʼ ἔννοιαν μέν, ἤτοι ὅταν ἑκόντα τις αὑτὸν μειονεκτοῦντα δεικνύῃ, ὡς ἐν τῷ Κατὰ Κόνωνος, ὅτι παρὸν αὐτῷ καὶ λωποδυσίου καὶ ὕβρεως δίκας λαβεῖν ὅμως αἰκίας δικάζεται· ἢ ὅταν εἰς ἴσον ἑαυτόν τις ἄγῃ τοῖς πολλοῖς καίπερ οὐκ ὢν τῶν πολλῶν εἷς, σχεδὸν δὲ καὶ τοῦτο ταὐτόν ἐστι τῷ προειρημένῳ· καθόλου γὰρ ἡ ἐπιείκεια παρατεθραυσμένον ἔχει τὸ δίκαιον διὰ φιλανθρωπίαν, ὡς ἔφη Πλάτων, καὶ τὸ μὴ ὄντα οὖν τῶν πολλῶν ἕνα ἑαυτὸν ἐν τοῖς πολλοῖς ἀριθμεῖν οὐδὲν ἄλλʼ ἢ ἑκόντα μειονεκτεῖν ἐστιν· ὅμως δὲ κείσθω καὶ κατʼ εἶδος ἕκαστον, δεύτερον οὖν εἶδος τῆς ἐπιεικείας τὸ τοῖς πολλοῖς ἑαυτὸν συναριθμεῖν. πολὺ τὸ τοιοῦτον ἐν τῷ Κατὰ Μειδίου καὶ πρῶτόν γε τὸ «ἐγὼ δʼ, ὅπερ ἂν καὶ ὑμῶν ἕκαστος ὑβρισθεὶς προείλετο πρᾶξαι, τοῦτο καὶ αὐτὸς ἐποίησα». εἰ δὲ καὶ δεινῶς ἐνταῦθα, ἑτέρου λόγου τοῦτο γὰρ φύσει τῆς δεινότητος ἴδιον τὸ εἰς δέον εἰδέναι χρῆσθαι τοῖς τε ἄλλοις καὶ τοῖς εἴδεσι τοῦ λόγου, ὥσπερ ἐνταῦθα εἰς δέον κέχρηται τῇ ἐπιεικείᾳ καὶ τῷ ἤθει, ἐπεὶ καὶ τὸ διδόναι τι πλέον τῷ ἐχθρῷ ἑκόντα ἐπιεικές. ἀλλʼ ὅρα, μεθʼ ὅσης δεινότητος ὁ ῥήτωρ τοῦτο ποιεῖ· τῷ γοῦν Χαριδήμῳ δίδωσι τὸ ὡς πολίτῃ ἐξετάζεσθαι, ἵνα μᾶλλον οὕτω παράνομον ἐξελέγξῃ τὸ ψήφισμα· τὰ γὰρ κατὰ τοὺς νόμους τοῖς πολίταις διώρισται· καὶ σκόπει, πῶς ἐπισημαίνεται τὸ τῆς ἐπιεικείας ἐν τῷ «καὶ θεάσασθε», φησίν, «ὦ Ἀθηναῖοι, ὡς ἐπιεικῶς καὶ ἁπλῶς χρήσομαι τῷ λόγῳ, ὅς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτόν, ἐν πλείστης ἂν τυγχάνοι τιμῆς καὶ τὰ ἑξῆς. —Ἔτι ἐπιεικοῦς λόγου καὶ τὸ λέγειν, ὡς παρὰ γνώμην δικάζεται καὶ ὡς ἀναγκάσαντος τοῦ ἐχθροῦ εἰς δικαστήριον ἥκει δέον ἐπὶ τῶν φίλων καὶ τῶν ἐπιτηδείων διακεκρίσθαι, οἷον «εἰ μὲν ἐβούλετο Ἄφοβος τὰ δίκαια ποιεῖν» καὶ τὰ ἑξῆς ἐπιεικείας συστατικά, καὶ τὸ «οὐδένα πώποτε τῶν πολιτῶν οὔτε γραφὴν γραψάμενος οὔτʼ ἐν εὐθύναις λυπήσας» καὶ τὰ ἑξῆς, καὶ τὸ «ἐπειδὴ γὰρ οὐχὶ τῶν πεπολιτευμένων οὐδὲ τῶν ἐνοχλούντων ὑμᾶς ὢν πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον» καὶ τὰ ἑξῆς. —Καὶ τὸ φάσκειν δὲ ἀπείρως ἔχοντα λόγων εἰς δικαστήριον εἰσιέναι δύναται μέν τι καὶ ἄλλο ἐμφαίνειν καὶ μὴν καὶ τὸ ἐπιεικὲς ἢ ὅλως τό γε ἠθικὸν τῷ ἠναγκάσθαι λέγειν· τὸ γὰρ μὴ βουλόμενον ἥκειν ἅμα συνεμφαίνεται. καθόλου τε, ὅπερ ἔφην ἀρχόμενος τοῦ περὶ ἐπιεικείας λόγου, πάντα, ὅσα ἐστὶ προσώπου συστατικὰ ὡς ἑκόντος μειονεκτοῦντος, ἠθικὸν ποιεῖ τὸν λόγον καὶ ἐπιεικῆ κατὰ τὴν ἔννοιαν. —Τούτοις δὲ ἅπασι τοῖς εἰρημένοις καὶ ὅτε φεύγοι τις δύναται χρῆσθαι ἀναστρέψας, οἷον ὡς παρὸν αὐτῷ διώκειν ὃ δὲ φεύγει καὶ ὅτι διὰ τοῦτο καταφρονηθείη, ὅτι χρηστός ἐστιν ἢ τῶν πολλῶν εἷς, καὶ ὡς οὐδένα μέντοι πώποτε ἐδίωξεν αὐτὸς καὶ ὡς ἄκων ἥκοι· καὶ ὅλως, ὅπερ ἔφην, ἅπασι τοῖς προειρημένοις καὶ εἰ φεύγει τις χρῆσθαι δύναται. πολλὰ τῶν τοιούτων ἐν ἰδιωτικοῖς τὰ παραδείγματα καὶ πλείονά γε παρὰ τῷ Λυσίᾳ καὶ τῷ Ὑπερίδῃ· φύσει γὰρ οἱ ἄνδρες ἠθικώτεροι, ταῖς δὲ μεθόδοις καὶ μᾶλλον.