Ancient Greek
Β, Περὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν ὡραίου τε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου.
Hermogenes, Περὶ ἰδεῶν λόγου 9.1
Not analysed yet
Μέθοδος δʼ ἐπιεικείας πρῶτον μὲν ἡ σφόδρα ἐοικυῖα ταῖς ἐννοίαις ταῖς ἐπιεικέσι τὸ ἑκόντα ἐλαττοῦν τὰ ἑαυτοῦ χρηστὰ ἤ, ὅσα ἔχει κατὰ τοῦ ἐχθροῦ σφοδρά, ταῦτα ἑκόντα μειοῦν καὶ μὴ λέγειν σφοδρῶς. καὶ τὰ μὲν ἑαυτοῦ ἐλαττοῖ ὁ Δημοσθένης κατὰ μέθοδον οὑτωσί· παρὸν αὐτῷ λέγειν ἀξιωματικῶς, οἷον «μετὰ ταῦτα δὲ τοὺς ἀποστόλους ἅπαντας ἀπέστειλα, καθʼ οὓς Χερρόνησος ἐσώθη καὶ τὸ Βυζάντιον καὶ πάντες οἱ σύμμαχοι», ὃ δὲ εἶπεν ὡς ἑτέρως, οἷον «τῆς μέντοι διακονίας τῆς ἐφʼ ἑκάστῳ τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί φημι». ὁρᾷς, ὡς ἐν ἀμφοτέροις μὲν ταὐτόν ἐστι πρᾶγμα δηλούμενον, ὅτι ‘ἐγὼ συμβεβούλευκα καὶ ἐγὼ ἔγραψα’, ὅσον δὲ τοῦτο ἐκείνου ἐπιεικέστερον εἴρηται καὶ ταπεινότερον; ἀλλʼ οὗτος μὲν εἰς δέον ἑκατέρῳ χρῆται, οὐ κατʼ ἐπιείκειαν ἀλλὰ δεινότητα, ἐκεῖνο μὲν ἐλαττώσας, τουτὶ δὲ αὐξήσας. βουλόμενος μέντοι τις ἐπιεικῆ ποιεῖν λόγον καὶ ἠθικὸν οὕτως ἂν οἶμαι μεθοδεύσειε. σπάνια δὲ τῆς τοιᾶσδε μεθόδου τὰ παραδείγματα· οὔκουν ἔγωγε ἐδυνήθην ἐκ τοῦ παραχρῆμα λαβεῖν τι παρὰ τοῦ ῥήτορος ἢ ἄλλου του τοιαύτης μεθόδου παράδειγμα. αἱ γὰρ εἰρωνεῖαι οὔκ εἰσιν ἐπιείκειαι, ἀλλʼ ἠθικὸς μὲν ὁ λόγος, βαρύς δὲ καὶ οὐκ ἐπιεικής, οἷον «μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν καὶ πάλιν «βούλει ἐμαυτὸν μέν, ὃν ἂν σὺ λοιδορούμενος καὶ διασύρων καλέσαις, Βάταλον», καὶ πολλὰ ἔστι τοιαῦτα· ταῦτα δὲ καὶ τὰ τοιαῦτα βαρέα μὲν καὶ διὰ τοῦτο ἠθικά, οὐ μὴν ἐπιεικῆ γε οὐδʼ ἐπιεικὲς τὸ ἦθος ἔχει. σπάνια οὖν ὅπερ ἔφην τῆς τοιαύτης μεθόδου τὰ παραδείγματα, καὶ παρασχέσθαι μέν τι τοιοῦτον ἐγώ σοι νῦν ὅπερ ἔφην οὐ δεδύνημαι, «ἐπεὶ πόνος ἄλλος ἤπειγεν» ὡς ἀληθῶς· ἐνδείξασθαι μέντοι σαφῶς τὴν φύσιν αὐτοῦ δεδυνῆσθαι νομίζω, ὥστε τάχα οὐ χαλεπῶς καὶ παραδείγματα ἴδια τοῦ εἴδους εὕροι τις ἂν ζητῶν, εἰ φροντίσειεν. εἴη δʼ ἂν οὐκ ὀλίγα παρὰ τῷ Πλάτωνι, ἔνθα ἂν ὁ Σωκράτης ἔχῃ τι λέγειν περὶ αὑτοῦ, καὶ οἶμαί γε εἶναί τι τοιοῦτον ἐν τῷ Χαρμίδῃ καὶ ἐν τῷ Συμποσίῳ μετὰ τοὺς Ἀλκιβιάδου λόγους καὶ πολλαχοῦ μέντοι. —Ἀλλὰ τὰ μὲν καθʼ ἑαυτὸν οὕτως ἄν τις ἐλάττω ποιοίη τῷ ἐπιεικεῖ κατὰ μέθοδον λόγῳ· τῶν δὲ δεόντων ῥηθῆναι κατὰ τοῦ ἐχθροῦ σφοδρῶς ἐλάττωσις ἐκ μεθόδου κατὰ δύο γίνεται τρόπους. ἢ γὰρ ἐνδείκνυται ὁ ποιῶν τοῦτο, ὅτι ἑκὼν ἐπιεικέστερον λέγει, ἢ ἄνευ ἐνδείξεως αὐτὸ ποιεῖ. καὶ ὅτε μὲν ἐνδείκνυται, ἔχει τι τῆς σφοδρότητος, εἰ καὶ βραχύ, ἀλλʼ οὖν ἔχει γε ὁ λόγος, οἷον «καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ ἐρῶ σε φλαῦρον» καὶ πάλιν «τὸ δὲ τοῦ θέντος τὸν νόμον τὰ μὲν ἄλλα ἔγωγε οὐκ οἶδα οὐδὲ λέγω φλαῦρον οὐδὲν οὐδὲ σύνοιδα, ἐκ δὲ τοῦ νόμου σκοπῶν εὑρίσκω τούτου πολὺ κεχωρισμένον» καὶ τὰ ἑξῆς. ὅτε δὲ μηδὲν ἐνδείκνυται, παντάπασιν ἐπιεικὴς κατά γε τοῦτο ὁ λόγος γίνεται, οἷον «τίνος οὖν ἕνεκα, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε κἀκείνους; ὁρᾷς, πῶς ἔχων εἴπερ ἐβούλετο εἰπεῖν σφοδρῶς οἷον ‘τίνος ἕνεκα, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τὴν αὐτὴν ἀτιμίαν ὑμῶν τε κατέγνω κἀκείνων; ὁμοίως γὰρ ἀμφοῖν ἀφαιρεῖται τὴν μὲν ἀτέλειαν ἐκείνων, ὑμῶν δὲ τὴν ἐξουσίαν τοῦ διδόναι, ὅτῳ ἂν βούλησθε’, ὃ δʼ ἐπιεικῶς σφόδρα καὶ ἠθικῶς ἔφη «τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε κἀκείνους»; τοιοῦτο δʼ ἐστὶ καὶ τὸ ἐν συμβουλευτικοῖς «δοκοῦσι δέ μοι Λακεδαιμόνιοι δεινῶν ἔργον ἀνθρώπων ποιεῖν»· τό τε γὰρ ἐνδοιάσαι καὶ μὴ ἀποφήνασθαι, ὅτι δεινοὶ Λακεδαιμόνιοι, ἀλλὰ «δοκοῦσί μοι» εἰπεῖν τό τε μὴ καθάπαξ δοκεῖν αὐτοὺς εἶναι δεινοὺς εἰπεῖν αὐτὸν ἀλλὰ δεινοῖς ἐοικότας ἁπλῶς, ἔργον δέ τι δεινῶν ἀνθρώπων διαπράττεσθαι, σφόδρα ὑφιέντος ἦν τὸ ἐπιφορικὸν καὶ σφοδρόν, ἠθικὸν δὲ καὶ ἐπιεικῆ λόγον παρεχομένου. δῆλον δʼ ἐστὶ τοῦτο ἐκ τῶν Κατὰ Φιλίππου ῥηθέντων ἐναντίως τῇ ἰδέα ταύτῃ λέγοντος ἐκεῖ τοῦ ῥήτορος, οἷον «μὴ πανοῦργος ὢν καὶ δεινὸς ἄνθρωπος»· πρῶτον μὲν γὰρ ‘πανοῦργος’ φησίν, ἀλλʼ οὐχ ἁπλῶς ‘δεινός’. σφοδρότερον δὲ τὸ ‘πανοῦργος’ ὄνομα τοῦ ‘δεινός’ δήπουθεν· επειτα οὐδὲ δοκεῖν αὐτῷ πανοῦργον εἶναι τὸν Φίλιππον ἔφη οὐδὲ ἐνεδοίασεν ὥσπερ ἐκεῖ, ἀλλʼ ἀπεφήνατο· ἔπειτα οὐκ ἐοικέναι πανούργοις ἢ δεινοῖς, ὥσπερ τοὺς Λακεδαιμονίους ἔλεγεν, ἀλλʼ αὐτὸν εἶναι τὸν Φίλιππον καὶ δεινὸν καὶ πανοῦργον. οὐκοῦν ταῦτα μὲν καὶ σφοδρὰ καὶ τραχέα, ἐκεῖνα δὲ ἠθικὰ καὶ ἐπιεικῆ καὶ σαφῶς ὑφιέντος τῆς σφοδρότητος τοῦ ῥήτορος εὕροις δʼ ἄν οὐκ ὀλίγα παραδείγματα τῆς τοιαύτης μεθόδου, καθʼ ἣν τὰ κατὰ τῶν ὑποκειμένων προσώπων ῥηθέντα ἂν ἐλαττώσειέ τις (οὐ γὰρ τῆς ἑτέρας λέγω. καθʼ ἣν τὰ ἴδιά τις ἂν ἀγαθὰ μειώσειεν), ὡς ἔν τε συμβουλευτικοῖς κἀν τῷ Πρὸς Λεπτίνην· καίπερ γὰρ ὢν ἀγωνιστικὸς οὗτος ὁ λόγος ὅμως πολὺ τὸ ἦθος ἐν τοῖς περὶ τὸ πρόσωπον ἔχει καὶ κατὰ τὴν μέθοδον καὶ ἴσως καὶ τὰ λοιπά, ὥσπερ καὶ οἱ συμβουλευτικοί.