Ancient Greek · ~7 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περὶ τῶν συγκριτικῶν προβλημάτων.
Not analysed yet
14 Τὰ συγκριτικὰ προβλήματα εἰ μὲν στοχασμῷ περιπέσοι ἢ ὅρῳ, ῥᾳδίαν ἔχει τὴν· διαίρεσιν· διπλοῖς γὰρ τοῖς κεφαλαίοις καθ’ ἕκαστον χρώμεθα, ἐν μὲν τοῖς στοχασμοῖς ταῖς βουλήσεσι καὶ ταῖς δυνάμεσι, λέγοντες ‘ἐμὲ μὲν οὐκ εἰκὸς βουληθῆναι τόδε ποιῆσαι διὰ τόδε, σὲ δὲ εἰκὸς βουληθῆναι τόδε ποιῆσαι διὰ τόδε’, καὶ πάντα ἐκφέρειν εἰς δέον τὰ ἐπιχειρήματα· ‘έἶτα πάλιν ‘ἐμὲ μὲν οὐκ εἰκὸς δυνηθῆναι τόδε ποιῆσαι διὰ τόδε, σὲ δὲ εἰκὸς τόδε ποιῆσαι διὰ τόδε’, καὶ τοῦτο κατασκευάζοντες καὶ τὸ χρῶμα τὸ μὲν ἡμέτερον τιθέντες καὶ κατασκευάζοντες, τὸ δὲ παρὰ τοῦ ἐχθροῦ τεθὲν λύοντες τοῖς ἐπιχειρήμασι, καὶ τὴν πιθανὴν ἀπολογίαν τὴν ἐκείνου μὲν λύοντες, κρατύνοντες δὲ τὴν ἡμετέραν. Καὶ μὴν καὶ τὰ ἐν τοῖς ὅροις ὁμοίως διπλῶς μελετῶντες λέγομεν, οἷον ‘τοῦτό ἐστι τὸ ἐργάσασθαί τι, ὃ πεποίηκα ἐγώ’, εἶτα ἐνεγκεῖν, ἅπερ εἰργάσω, εἶτα ἐπενεγκεῖν ‘σύ δὲ τούτων ἐποίησας οὐδέν’, εἶτα ἀνθυπενεγκεῖν ἐκεῖθεν τὰ ἐκείνῳ πεπραγμένα καὶ λέγειν, ὡς ταῦτα οὐδέν ἐστι. Χρησόμεθα δὲ τοῖς ἐπιχειρήμασι καὶ ταῖς ἐφόδοις ταῖς μελετητικαῖς καὶ ἐν τοῖς διπλοῖς ὅροις, αἷς ἐδιδάξαμεν δεῖν χρῆσθαι, καὶ ἐν τοῖς ἁπλοῖς ἀπό τε τῶν πρὸ τοῦ πράγματος καὶ ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα συμβαινόντων· ἐκεῖθεν γὰρ ἡ ἁπλῆ εὐπορία ἐνταῦθα διπλῆ γίνεται. Εἰ δὲ πραγματικὴ ἀμφισβήτησις παρεμπέσοι, τότε δεῖ ζητεῖν, τίνα ἐστὶ τὰ συγκρινόμενα, δύο ἢ καὶ πλείονα, καὶ οὕτως ἐκ τῶν παρακολουθούντων ἑκάστῳ τὰς συγκρίσεις ποιήσεις. μάλιστα δέ, εἰ πρόσωπον συγκρίνοιτο, τότε ἔχειν δεῖ τὴν ἀπὸ τῶν ἐγκωμίων καὶ ψόγων σύγκρισιν, καὶ γένη καὶ ἐπιτηδεύματα καὶ πράξεις καὶ τύχας καὶ ἅπαντα τὰ συγκρινόμενα. ὁμοίως δὲ ἔχει καὶ τὰ ἐκ τῆς ἄλλης περιστάσεως· ὅ τι ἂν εἰς σύγκρισιν ἐμπέσῃ, τὰ παρακολουθοῦντα ἑκάστοις συγκρίνομεν· παρακολουθεῖ δὲ ἄλλα μὲν τόποις, ἄλλα δὲ χρόνοις, ἄλλα δὲ ἑκάσταις τῶν ἄλλων περιστάσεων.