Ancient Greek · ~23 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περῖ ἐσχηματισμένων προβλημάτυν..1
Not analysed yet
13 Τῶν ἐσχηματισμένων προβλημάτων τὰ μέν ἐστι κατὰ τὸ ἐναντίον, τὰ δὲ πλάγια, τὰ δὲ κατὰ ἔμφασιν. Ἐναντία μὲν οὖν ἐστιν, ὅταν τὸ ἐναντίον κατασκευάζωμεν, οὗ λέγομεν· οἷον ᾖτησαν Ἀθηναῖοι παρὰ Δακεδαιμονίων εἰρήνην, οἳ δὲ ἀντήτησαν Περικλέα, βουλευομένων τῶν Ἀθηναίων αὐτὸς ὁ Περικλῆς ὑβριοπαθῶν ἐπὶ τῇ βουλῇ ἀξιοῖ ἀπέρχεσθαι· ὁμολογουμένως, γὰρ ὁ Περικλῆς, εἰ καὶ λέγει ‘πέμψατέ μεʼ, σχήματι μόνον λόγου λέγει, ἐπεὶ καὶ μεταχειρίσεσι χρῆται ταῖς κατασκευαζούσαις, ὅτι οὐ χρὴ πεμφθῆναι αὐτόν. Πλάγιον δέ ἐστιν, ὅταν μετὰ τοῦ κατασκευάζειν τὸ ἐναντίον καὶ ἄλλο τι περαίνῃ ὁ λόγος· οἷον πλούσιος ἐν λιμιῷ ὑπέσχετο θρέψειν τὴν πόλιν, εἰ λάβοι τὸν πένητα πρὸς σφαγήν, οὐκ ἔδωκεν ὁ δῆμος, ὁ πένης ἑαυτὸν προσαγγέλλει. ἐνταῦθα γὰρ τὸ ἐναντίον βούλεται ὁ πένης, οὗπερ λέγει· ἀποθανεῖν γὰρ οὐ βούλεται, κατασκευάζει δὲ ἐκ πλαγίου καὶ τὸ μὴ εἶναι τὸν σῖτον καὶ τὸ εἰ ἔστιν ἀπλῶς λαβεῖν. Κατὰ ἔμφασιν δέ ἐστιν, ὅταν λέγειν μὴ δυνάμενοι διὰ τὸ κεκωλῦσθαι καὶ παρρησίαν μὴ ἔχειν ἐπὶ σχήματι ἄλλης ἀξιώσεως ἐμφαίνωμεν κατὰ τὴν σύνθεσιν τοῦ λόγου καὶ τὸ οὐκ ἐξὸν εἰρῆσθαι, ὡς εἶναί τε νοῆσαι τοῖς ἀκούουσι καὶ μὴ ἐπιλήγψιμον εἶναι τῷ λέγοντι· οἷον τὸν μαινόμενον φεύγειν ὁ νόμος ἐκέλευε, φήμης οὔσης, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί, ἀξιοῖ ὁ παῖς ὡς μαινόμενος φεύγειν· ἐνταῦθα γὰρ τῷ μὲν δοκεῖν περὶ τῆς φυγῆς διαλέγεται καὶ τούτῳ τῷ λόγῳ ἐπερείδεται, διόλου δὲ ἐμφαίνει τὴν μοιχείαν τοῦ πατρὸς κατὰ τῆς γυναικός. Τὰ μὲν οὖν πλάγια καὶ τὰ ἐναντία ἐν τούτῳ διαλλάττει μόνον, ὅτι τὰ μὲν ἐναντία ἕν μελετᾶ, τὰ δὲ πλάγια καὶ διπλοῦν ἐκφέρει τὸν νοῦν, πολλάκις δὲ καὶ πλείονα. ἡ μέντοι μεταχείρισις ἡ αὐτή, ἀφʼ ἧς τὸ μελετᾶν εἰδέναι γίγνεται. μελετῶνται γὰρ τῶν τοιούτων προβλημάτων αἱ ὑποφοραὶ ἀπὸ τῆς κατασκευῆς ἐκφερόμεναι κἀκεῖθεν πάλιν ἐκ τῶν ἐπιχειρημάτων, ὅσα ἂν εὑρίσκηται. ὁ γὰρ παρὰ τῶν ἐχθρῶν λόγος ἰσχυροποιούμενος, ἀσθενεστέρας ἀναγκάζων εἶναι τὰς λύσεις, ἐκεῖ δείκνυσι βούλεσθαι πλέοντὸν σοφιστὴν ἢ κατὰ τὸ δοκοῦν εἰσάγεσθαι, οἷον ὁ Περικλῆς ἐν τῷ αὐτὸς ἀξιοῦν ἀπελθεῖν εἰς Λακεδαίμονα. ὁ γὰρ ὑπὲρ αὐτοῦ λέγων ταῦτα ἐκ τῆς ὑποφορᾶς κατασκευασθῆναι ποιήσει, ἃ Περικλῆς εἶπεν ἂν αὐτὸς ὑπὲρ αὐτοῦ πάντως ἢ εἴ τις αὐτὸν ἄλλος μὴ διδόναι Λακεδαιμονίοις ἠξίου· ‘φήσει τοίνυν ἴσως παρελθών, ὡς οὐ δεῖ τοῖς ἐχθροῖς ἐπιτάττουσι πείθεσθαι· δεινόν τε γὰρ εἶναι τὸ πρᾶγμια καὶ ἠλίθιον, εἴ τις χαριεῖται κελεύουσιν ἐχθροῖς· φίλοις γὰρ ἐπιτάττουσι δεῖ πείθεσθαι καὶ οὐ πολεμίοιςʼ, καὶ ὅτι οὐδὲ οἱ πατέρες ὑμῶν ὑπήκουσαν μηδενί, μήτε Ξέρξῃ μήτε Μαρδονίῳ μήτε Δαρείῳ μήτε ἄλλῳ τινίʼ, καὶ ὅτι ‘μηδὲ ὑμεῖς μήτε Λακεδαιμονίοις πολλὰ ἐπιτάττουσι περὶ Ποτιδαίας καὶ περὶ Αἰγινητῶν καὶ περὶ Μεγαρέων’. καὶ καθάπαξ μία μεταχείρισις ἐν τοῖς ἐσχηματισμένοις ἡ τῶν ὑποφορῶν κατασκευή. Ἔστι καὶ ἄλλη μεταχείρισις, τὸ περιτιθέντα ἑτέρῳ τὸν λόγον εἰσάγειν τὰ νοήματα, οἷον ‘ἄλλος μὲν οὖν ἄν εἶπέ τις μὴ πέμπεσθαι κελεύων αὐτὸν Λακεδαιμονίοις, ὡς οὐ χρὴ πολεμίοις ἐπιτάττουσι πείθεσθαι· δεινόν τε γὰρ ὑμᾶς ποτε τοιοῦτόν τι πεπραχέναι’, καὶ τὰ αὐτὰ νοήματα, ‘ἐγὼ δὲ οὔ φημι ταῦτα’. ἔστι δὲ καὶ ἐν ἄλλῳ μεταβαλεῖν σχήματι, ἐάν τις λέγῃ ‘ἐγὼ δέ, εἰ μὲν ἄκοντά μέ τις ἠξίου βιαζόμενος ἀπελθεῖν πρὸς Λακεδαιμονίους, εἶπον ἂν τάδε καὶ τάδε’, καὶ τὰ αὐτὰ νοήματα, ἅπερ, εἰ καὶ μὴ ἐσχηματισμένως ἐμελετῶμεν, ἐλέγομεν ἄν· διὰ τοῦτο γὰρ καὶ ἐσχηματισμένα καλεῖται τὰ τοιαῦτα προβλήματα, ἐπειδὴ τὰ αὐτὰ δεῖ λέγεσθαι νοήματα, ἅπερ, εἰ καὶ μὴ ἐσχηματισμένως ἐμελετῶμεν, εἴπομεν ἄν. δεῖ δὲ μεταχειρίσεως καὶ τοιούτου σχήματος ἀσφαλοῦς εὐπορῆσαι, ἵνα μὴ λύοντες τὰς ἐμφάσεις γυμνοὺς εἰσάγωμεν τοὺς λόγους ὡς ἄντικρυς μὴ θέλοντες. Καὶ ταυτὶ μὲν περὶ πλαγίων καὶ ἐναντίων. Τὸ δὲ κατὰ ἔμφασιν σχῆμα τοιοῦτόν ἐστιν, οἷον καὶ προειρήκαμεν. μελετᾶται δὲ ἐνίοτε μὲν σχήματος εὑρέσει κἀκεῖνο τοιούτου, ἵνα τις ἄντικρυς λέγων τὸ πρᾶγμα μὴ δοκῇ λέγειν, ὃ δὴ καὶ εὕρημά ἐστιν ἐμὸν ἐν μελέτῃ γενόμενον ἐμῇ καὶ ἐκδέδοται· οἷον φήμη ἦν, ὅτι σύνεστιν ὁ πατὴρ τοῦ υἱοῦ τῇ γυναικί, ἔγκυος ἐγένετο ἡ γυνή, ἔχρησεν ὁ θεὸς τὸ γεννηθησόμενον φονέα ἔσεσθαι τοῦ πατρός, οὐ βούλεται ἐκτιθέναι τὸ γεννηθὲν ὁ παῖς καὶ ὑπὸ τοῦ πατρὸς ἀποκηρύσσεται. ἐνταῦθα γὰρ ὁ παῖς πρὸς τὴν ἀποκήρυξιν ἀπολογούμενος ὀφείλει τὴν ἐντρέχουσαν φήμην τῆς μοιχείας κατὰ ἔμφασιν δηλοῦν, ὡς ἀνεπιλήπτως ἐλέγχειν τὸν πατέρα καὶ εὐσχημόνως, φανερῶς δὲ μὴ λέγειν ὅτι ‘μοιχεύει τὴν γυναῖκα τὴν ἐμήν’ καὶ δηλοῦν, ὅτι τοῦτο γίνεται. οὕτως οὖν εὐπορήσαμεν σχήματος τοιούτου καὶ ἄντικρυς εἰπόντες αὐτὸ λέγειν οὐκ ἐδόξαμεν· ἔστι δὲ τόδε ‘σὸν εἶναι λόγισαι, πάτερ, τὸ παιδίον, οὐκ ἐμόν· ἐκτίθης, ὃ ἐγέννησας, ῥίπτεις παιδίον, οὗ γέγονας ποτῆῤ. —Δεῖ δὲ ἐν τοῖς τοιούτοις, τοῖς κατ’ ἔμφασιν λέγω, καὶ ὀνομάτων εὐπορῆσαι διττὰ δηλῶσαι δυναμένων, καὶ τὸ ἀνεύθυνον καὶ τὸ σεσημασμένον· οἷον φήμη ἦν, ὅτι σύνεστι τῇ ἰδία θυγατρὶ ὁ πατήρ, ἀπόρρητόν τι ἡ μήτηρ εἰποῦσα τῷ υἱῷ ἀπήγξατο, πυνθάνεται ὁ πατὴρ τὸ ἀπόρρητον καὶ οὐ λέγοντα τὸν υἱὸν ἀποκηρύσσει, οἶον ἡμῖν ἐξενήνεκται καὶ περὶ τοῦδε προοίμιον δεύτερον τόδε ‘τῆς μὲν οὖν ἀποκηρύξεως ταύτης ἔλαττον ἐμοὶ μέλει· λυποῦμαι δὲ ὑπὲρ τοῦ πατρός, εἰ μετὰ τοσαύτην εὐθηνίαν γένους μόνῃ συνέσται τῇ θυγατρὶ καὶ συζήσεται’· κοινὰ μὲν γάρ ἐστι καὶ τοῦ ἄλλου βίου τὰ τοιαῦτα ὀνόματα τοῖς ἀνθρώποις, δοκεῖ δὲ μάλιστα ἴδια εἶναι τῇ ὑποκειμένῃ ἐμφάσει ὡς δηλῶσαι δυνάμενα καὶ τὸ ἀνεύθυνον καὶ τὸ σεσημασμένον, τό τε ‘συνέσται’ φημὶ καὶ τὸ ‘συζήσεται’. —Ἀλλὰ καὶ ἡ τῆς συνθέσεως πάλιν ἀκολουθία συγκειμένη μὲν ἄλλο δηλοῖ, διαιρουμένη δὲ ἄλλο ἐμφαίνει· οἷον φήμη ἦν, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί, μοιχὸν καταλαβὼν ἐγκεκαλυμμένον ὁ υἱὸς ἀφῆκε καὶ ἀποκηρύσσεται ὑπὸ τοῦ πατρός· ἐρεῖ γὰρ ‘ὅπου καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων ‘πάτεῤ’· τὸ γὰρ ὄνομα τοῦ πατρὸς εὐθέως τῷ μοιχῷ παρακείμενον ἐν τῇ συνθέσει ἐποίησε τὴν ἔμφασιν. καὶ τὸ ἐπενηνεγμένον δὲ ὁμοίως ἔχει καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων ‘πατέῤ· σὺ δὲ ἦς οὐδαμοῦ’· τῷ γὰρ μοιχῷ καὶ τῷ πατρὶ προστεθὲν εὐθέως τὸ ‘σύ δὲ ἦς’ τῇ συνθέσει τὴν ἔμφασιν ἐδήλωσε, τὴν ἀσφάλειαν δὲ ἔχει ἑκάτερον ἀπὸ τοῦ ‘οὐδαμοῦ’.