Ancient Greek · ~34 min
Α
Hermogenes, Περὶ εὑρέσεως Περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων..1
Not analysed yet
Ἡ πρώτη καὶ καλλίστη τῶν προοιμίων εὕρεσις καλλίστης 1 καὶ πραγματικωτάτης εὑρέσεως τετύχηκε τῆς ἐκ τῶν ὑπολήψεων καλουμένης τῶν τε προσώπων καὶ τῶν πραγμάτων· ὅπως δὲ ταῦτα ἔχει, διελὼν ἐκθήσομαι καθʼ ἕκαστον ἐν μέρει. τεθείσης γάρτοι πάσης ὑποθέσεως ἀνασκοπεῖν ἄξιον πρῶτον τὸ πρᾶγμα τὸ γεγενημένον ὁποῖόν ἐστι, καὶ περὶ οὗ ἡ κρίσις ἢ τὸ βουλευτήριον συνέστηκεν· ἐν προβλήμασι γὰρ ἢ κρίνομεν ἢ βουλευόμεθα. δεῖ τοίνυν σκοπεῖν τὸ πρᾶγμα εἴτε καλόν ἐστιν εἴτε φαῦλον, εἶτα ἐξῆς τὰς περὶ τὸ πρόσωπον ὑπολήψεις ἑκάστου, τῶν δικαζόντων, τῶν κατηγορούντων, τῶν ἀπολογουμένων, τῶν ἐχόντων αὐτὰ τὰ πράγματα καὶ τὰ ἐγκλήματα, τῶν ἔξωθεν ἐμφαινομένων· ἐμφαίνεται δὲ πολλάκις μὲν ἕν, πολλάκις δὲ πλείονα. τούτων ἕκαστον ὁποίας ὑπολήψεις ἔχει καὶ ὅπως εἰς τὰ προοίμια παραληφθήσεται, τρανῶς διηγήσομαι. Πρῶτον μὲν οὖν σκοπητέον τὸ πρᾶγμα ποταπόν ἐστι καὶ ποταπὸν ὑπείληπταί, χρηστὸν ἢ φαῦλον, καὶ τίνα γνώμην ἔχουσιν οἱ δικασταὶ περὶ αὐτοῦ, καὶ ὅπως διετέθησαν ἐπὶ τῷ πεπραγμένῳ. εἰ μὲν οὖν χρηστὸν εἴη, χαίρειν αὐτοὺς εἰκὸς καὶ γεγηθέναι· καὶ τὸ προοίμιον οὖν ἔσται τὸν τρόπον τοῦτον ῾ὁρῶ μὲν ὑμᾶς, ὦ ἄνδρες δικασταί, χαίροντας ἐπὶ τοῖς πεπραγμένοις καὶ χάριν γινώσκοντας τῷ θεῷʼ, ὡς ἐπʼ ἐκείνου τοῦ προβλήματος· ἐβοήθησάν ποτε φυγάδες πολεμουμένῃ τῇ πατρίδι καὶ νίκην εἰργάσαντο, καὶ γράφει τις αὐτοὺς κατάγειν· τῷ μὲν θεῷ, ἄνδρες πολῖται, χάρις πολλὴ τῷ τὴν νίκην ἡμῖν κατὰ τῶν πολεμίων παρεσκευακότι καὶ τῆς παρούσης ἡδονῆς τὰς ἀφορμὰς ἐνδόντι· ἐπεὶ δὲ καὶ οἱ πολῖται μετά γε θεῶν γεγόνασιν ἡμῖν τῆς παρούσης θυμηδίας αἴτιοι, συμβουλεύσων παρελήλυθα κατάγειν αὐτοὺς καὶ ἀποδιδόναι τῇ πόλει, ἣν ἔσωσαν αὐτοί᾿ . τῆς δὲ κατὰ τὴν ἑρμηνείαν ἁπλότητος μὴ φροντίσῃς· διδασκαλικώτερον γὰρ ἐσπούδασα τὰς τέχνας ἀφηγήσασθαι, περιελὼν τὴν ἰσχὺν τοῦ λόγου καὶ γυμνὰ τιθεὶς τὰ νοήματα, ὡς εἶναι κατάδηλα μᾶλλον. —Εἰ δὲ φαῦλον εἴη τὸ πρᾶγμα τὸ γεγενημένον, ἀνάγκη τοὺς δικάζοντας ἢ χαλεπαίνειν ἢ οἰκτείρειν ἢ ἑκάτερα πάσχειν ἐπὶ τοῖς αὐτοῖς, καὶ ὀργὴν καὶ λύπην· λέξομεν οὖν τὸ προοίμιον οὕτω λαμβάνοντες ῾ἐπειδὴ καὶ ὑμᾶς, ὦ ἄνδρες δικασταί, τῶν τετολμημένων ἕνεκεν ὁρῶ καὶ ἀχθομένους καὶ λελυπημένους, διὰ τοῦτο τὴν γραφὴν ἐνεστησάμηνʼ· οἷον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τὸν υἱὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον, ἐξέθανεν ἡ μήτηρ, καὶ κρίνεται αἰτίας θανάτου· ῾ἄχθεσθαι μὲν ὑμᾶς, ὦ ἄνδρες δικασταί, καὶ δυσχεραίνειν ἐπὶ τοῖς γεγενημένοις οὐδὲν ἀπεικός ἐστι, καὶ τούτῳ χαλεπαίνοντας ὑπὲρ ὧν ἐτόλμησε, καὶ ἐκείνους οἰκτείροντας ὑπὲρ ὧν ἔπαθον᾿ . αἱ δὲ ἀποδόσεις παντὸς προοιμίου αἱ ἀξιώσεις εἰσίν. ἀπὸ δὲ τῶν εὑρέσεων αἱ προτάσεις γίνονται, καὶ προοιμίου δριμιύτης πρότασις. Ἑξῆς τρεπτέον ἐπὶ τοὺς κατηγόρους καὶ τίνα τρόπον ἀπὸ τούτων εὑρίσκεται τὰ προοίμια· οἱ γὰρ κατηγοροῦντές τινος ὑπολήψεις ἔχουσι πολλάκις ἢ ἔχθρας ἢ φθόνου. τὸν μὲν οὖν φθόνον, εἴ τις ἐμφαίνοιτο τῷ προβλήματι, διακρουσόμεθα· δεινὸν γὰρ βασκανίαν ὁμιολογεῖν καὶ ἐπίφθονον ἀεί. ἐμφαίνεται δὲ πολλάκις, ὅταν ἢ δόξη βασκαίνωμεν ἢ πλούτῳ, οἷον πρεσβεύων Αἰσχίνης παρὰ τὸν Φίλιππον ἐτραγῴδησε, νενίκηκεν, ἐστεφάνωται, καὶ κρίνεται παραπρεσβείας ὑπὸ Δημοσθένους· ὀρθῶς ἐρεῖ τὸ προοίμιον ῾μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ βασκαίνοντά με τοῦ στεφάνου καὶ τῆς νίκης Αἰσχίνῃ τὴν κατηγορίαν ἐνστήσασθαι κατʼ αὐτοῦ᾿ . ἢ πλούτῳ, οἷον ἀποκήρυκτος ᾔτησε τὸν πατέρα τροφάς, ὃ δὲ αὐτῷ ξίφος ἔδωκεν, ἐμισθοφόρησεν, ἐπανῆκε πλούσιος, ὁ πατὴρ δεόμενος τροφῶν προσῆλθε τῷ παιδί, δὲ αὐτῷ τὸ αὐτὸ ξίφος ἔδωκεν, ἀπέκτεινεν ἑαυτὸν ὁ πατήρ, καὶ κρίνεται ὁ παῖς αἰτίας θανάτου· ὕπεστι πλούτου τις πρόφασις, καλὸν οὖν διακρούσασθαι καὶ λέγειν ὅτι ῾οὐ τῆς περιουσίας αὐτῷ βασκαίνων τὸν ἀγῶνα ἐνεστησάμηνʼ. ―Τὰς δὲ ἔχθρας ποτὲ μὲν ὁμολογήσομεν, ποτὲ δὲ ἀρνησόμεθα, τοῦτο ποιοῦντες οὐχ ὅταν βουλώμεθα, ἀλλʼ ὅτε δεῖ ὁμόσε χωρεῖν ταῖς ἀρνήσεσι καὶ ταῖς ὁμολογίαις. ἔσται δὲ οὕτως· ἂν ἔχωμεν πρὸς ἔνδοξον πρόσωπον καὶ ὑπερέχον καὶ ἐπαινούμενον οἷον στρατηγὸν ἢ Περικλέα ἢ νομοθέτην, τότε ἀρνησόμεθα, ἢ πρὸς κοινὸν εὐεργέτην ἢ πρός τινα διʼ ἐξουσίαν ὠμὸν καὶ ἀπάνθρωπον. πρὸς νομοθέτην μὲν λέξομεν, ὅτι αἰσχρὸν ἀπεχθάνεσθαι κοινῷ εὐεργέτῃ, ὡς ὁ Δημοσθένης «μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ μήτε ἰδίας ἔχθρας ἐμὲ μηδεμιᾶς ἕνεκα ἄλλης ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί» πρὸς δὲ ὑπερέχον πρόσωπον, ὅτι δέος τοῖς εὐδοκιμοῦσι προσκρούειν, οἶον ἠνέχθη σκηπτὸς ἐπὶ τὴν Περικλέους εἰκόνα, καὶ συμβουλεύει τις μηκέτι αὐτὸν Ὀλύμπιον καλεῖν, οἷον ῾οὐκ ἔχθρας ἕνεκεν, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς πρὸς Περικλέα τὴν συμβουλὴν ταύτην ἐνεστησάμην, ἀλλʼ εὐνοίας πλέον, δεδοικώς, μή τι παρὰ τῶν θεῶν ἄνθρωπος ὢν πάθῃ᾿ . ἐξ ἀπονοίας δὲ ὠμὸν διʼ ἐξουσίαν, οἷον πένης καὶ πλούσιος ἐχθροί, ὑπέσχετο ὁ πλούσιος θρέψειν τοὺς πολίτας, εἰ λάβοι τὸν πένητα πρὸς ἀναίρεσιν, ἔδωκεν ὁ δῆμος, οὐκ ἔθρεψεν ὁ πλούσιος τούς τοῦ πένητος υἱεῖς, ἀπέθανον λιμῷ, καὶ κρίνεται φόνου· ῾οὐκ ἀπεχθανόμενος ἰδίᾳ τῷ πλουσίῳ τὴν ὑπὲρ τῶν πολιτῶν ἐνεστησάμην γραφήν, ἀλλʼ ἀγανακτῶν ἐπὶ τοῖς νόμοις καὶ τῇ πόλειʼ. καὶ μυρίους τις ἂν εὕροι ἀριστεῖς ἢ πλουσίους ἢ στρατηγούς ἢ δημαγωγούς, οἷς ἀντιλέγοντας ἢ κατηγοροῦντας ἀναγκαῖόν ἐστι τὰς ἔχθρας τὰς ἰδίας παραιτεῖσθαι, καταφεύγειν δὲ ἐπὶ τὴν πόλιν καὶ τοὺς νόμους καὶ τοῦ κοινῇ τῇ πόλει συμφέροντος ἕνεκεν λέγειν ἐνίστασθαι τὸν ἀγῶνα. ―Ὁμολογεῖν δὲ δεῖ τὰς ἔχθρας, ἐὰν προαδικηθέντες ἀμιυνώμεθα· ἀνεπίφθονον γὰρ τιμωρίαν κατὰ τῶν ἠδικηκότων λαμβάνειν, ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ Κατʼ Ἀνδροτίωνος ἐποίησε λόγῳ «ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπʼ Ἀνδροτίωνος κακῶς ἅμα τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν καὶ δίκην ὑπὲρ αὐτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρα οἷός τε ὦ »· καὶ ἐν τῷ Κατὰ Νεαίρας πάλιν ὁμοίως. Καὶ περὶ τοὺς ἀπολογουμένους ὑπέρ τινος ὑπόληψις εὑρίσκεται πολλάκις εὐνοίας ἢ κέρδους. τὸ μὲν οὖν κέρδος ἀεὶ παραιτητέον καὶ τὸν μισθόν, πλὴν εἰ μὴ πιθανῶς λέγοιμεν μισθὸν ἔχειν τῶν βοηθουμένων τὴν σωτηρίαν, οἷον ἐὰν ὑπὲρ ἀριστέων λέγωμεν ἢ ὑπὲρ τυραννοκτόνων ἢ καθάπαξ δημοσίᾳ τὴν πόλιν εὖ ποιησάντων· οἷον ἐπὶ τῶν τριάκοντα τυράννων ἐξετίθεσαν Ἀθηναῖοι τὰ γένη, Μεγαρεῖς ἀναιρούμενοι ἔτρεφον, παυσαμένης τῆς τυραννίδος ἥκουσιν ἀποδιδόντες τὰ γένη, καὶ γράφει τις τὸ κατὰ Μεγαρέων ἀνῃρῆσθαι πινάκιον· ἄριστον γὰρ ἐνταῦθα διομολογήσασθαι μισθὸν ἔχειν τὴν τῶν φιλτάτων σωτηρίαν λέγοντα οὕτως μισθὸν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, παρὰ Μεγαρέων αὐτός τε ὁμολογῶ μέγιστον εἰληφέναι τῶν παρόντων λόγων καὶ ὑμεῖς δʼ ἂν ὁμολογήσαιτε, τὴν σωτηρίαν τῶν φιλτάτωνʼ. ―Τὴν δὲ εὔνοιαν φανερῶς ἔστιν ὁμολογεῖν ἄνευ κέρδους, ὅταν ὑπὲρ τῶν δημοσίᾳ τὴν πόλιν εὐεργετησάντων λέγωμεν, οἷον μελλόντων μονομαχεῖν ἀδελφοῶν δύο κατὰ τὸν νόμον τὸν περὶ τῶν ἀριστέων περὶ τοῦ γέρως ἐξέλιπεν ὁ ἥλιος, καὶ γράφει τις λελύσθαι τὸν νόμον· οἷον ῾φιλεῖν μὲν τοὺς ἀδελφοὺς οὐκ ἂν ἀρνηθείην ἔγωγε κοινοὺς σωτῆρας τῆς πόλεως γεγενημένουςʼ. ἢ ἂν ὑπὲρ συγγενῶν ποιώμεθα τοὺς λόγους· ἀνεπίφθονος γὰρ ὁ ὑπὲρ τῶν προσηκόντων λόγος· ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ Πρὸς Λεπτίνην εἶπεν «ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν». Οὕτω περὶ τῶν κατηγορούντων καὶ τῶν ἀπολογουμένων. Περὶ δὲ τοὺς τὰ ἐγκλήματα ἔχοντας ἢ χρησταὶ ὑπολήψεις συνίστανται ἢ πονηραί. ἐὰν μὲν οὖν κατηγορῶμεν, τὰς φύσει προσούσας φαύλας βεβαιώσομεν, οἷον «τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταί, καὶ τὴν ὕβριν, πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα οὔθʼ ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι »· τὰς δὲ χρηστὰς προσούσας ὑπολήψεις διαλύσομεν, οἷον «τοὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τὸν Χαρίδημόν τινες εὐεργέτην οἴονται· ἐγὼ δὲ ἐάνπερ ἃ βούλομαί τε καὶ οἶδα τούτῳ πεπραγμένα δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἴομαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακονούστατον καὶ πολὺ τἀναντία ἢ προσῆκεν ὑπειλημιμένον». —Ἐὰν δὲ ἀπολογώμεθα, τοὐναντίον ποιήσομεν, τὰς μὲν χρηστὰς βεβαιοῦντες ὑπολήψεις, τὰς δὲ φαύλας διαλύοντες, οἷον δέκα νέοι τὴν τάξιν λιπόντες ἔφυγον, τῷ ἑνὶ ἀπαντήσασα ἡ μήτηρ ἀπέκτεινεν αὐτόν, οἱ ἐννέα στραφέντες ἠρίστευσαν, καὶ κρίνεται ἡ γυνὴ φόνου· ἐνταῦθα γὰρ μία μὲν ὑπόληψις περὶ τὴν γυναῖκα χρηστή, ὅτι τῆς νίκης αἰτία, ἣν χρὴ βεβαιῶσαι κατὰ τὰ προοίμια λέγοντα οὕτως ῾ὅτι μὲν οὐκ ἄλλος τις ἡμῖν τῆς νίκης αἴτιος μᾶλλον τῆς γυναικὸς ἐγένετο, πάντας ὑμᾶς ἐλπίζομεν ἐγνωκέναιʼ· μία δὲ φαύλη, ἡ τοῦ δοκεῖν παιδοκτόνον αὐτὴν εἶναι, ἣν χρὴ θεραπεῦσαι λέγοντα οὕτως ῾εἰ μὲν οὖν τοῖς κατηγόροις πειθόμενοι τὴν γυναῖκα ταύτην παιδοκτόνον ὑπολήψεσθε, οὐκ ὀρθῶς ποιήσετε· εἰ δὲ τὰ πεπραγμένα σκοπήσετε καὶ τὰ τοῦ τετελευτηκότος δίκαια ἐγκλήματα, φανεῖται ἡ γυνὴ οὐκ ἀγαθὸν υἱὸν ἀλλὰ προδότην πονηρὸν ἀποκτείνασαʼ. Ἐμφαίνεται δὲ καὶ ἔξωθεν πρόσωπα, ὡς ἔφαμεν, πολεμίων μάλιστα πολλάκις, ἀφʼ ὧν οὕτω ληψόμεθα τὰ προοίμια ζητοῦντες ἐπὶ τῇ παρούσῃ κρίσει, τί ἂν βούλοιντο τέλος οἱ πολέμιοι γενέσθαι, λέγοντες οὕτως ὡς ἐν ἐκείνῳ τῷ προβλήματι· φυγάδες πολεμουμένῃ τῇ πατρίδι ἐβοήθησαν καὶ νίκην εἰργάσαντο, καὶ γράφει τις αὐτοὺς κατάγειν· ῾τοῖς μὲν οὖν πολεμίοις διʼ εὐχῆς ἐστι μὴ καταδέξασθαι τοὺς πολίτας ἡμᾶς ἐνθάδε, ἵνα ὦμεν αὐτοῖς ληφθῆναι ῥᾴδιοι· ἡμᾶς δὲ οὐκ ἄξιον ποιεῖν, ἃ δοκεῖ τοῖς πολεμίοιςʼ. Ταῦτά σοι περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων πεπλήρωται, τοῦτον εὑρισκόμενα τὸν τρόπον ἁπανταχῇ.