Ancient Greek · ~14 min
Α
Hermogenes, Περὶ εὑρέσεως Περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμέων..1
Not analysed yet
Ἑξῆς λεκτέον περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων 2 πάνυ παγκάλην καὶ ποικίλην ἐχόντων τὴν τέχνην. εὑρίσκεται δὲ καὶ ταῦτα ἀπὸ τῶν ἑξῆς μαθημάτων, οὐκ ἐν πᾶσι δὲ προβλήμασιν οὐδὲ πάντα ἐν πᾶσιν· εὔθικτα μὲν γάρ ἐστιν εὑρεθέντα καὶ δριμέα, πολλάκις δὲ φαίνεται τῶν ἐξ ὑπολήψεως ἡ ἀρετή, διότι πανταχῇ φαίγνετα. Ἔστι δὲ τῶν ἐξ ὑποδιαιρέσεως εἴδη τρία, ὧν καὶ τὰ παραδείγματα θήσομεν. καὶ πρῶτον ἔστιν ὅτε δύο περαγμένων ἀδικημάτων, ὧν καὶ τὸ ἕτερον ἀναδέξασθαι δύναται κρίσιν, ὑποδιαιροῦντες ποιήσομεν προοίμιον οὕτως· οἷον κατέσκαψάν τινες πόλιν ἐν πολέμῳ καὶ ἐγεώργησαν αὐτήν, οὐκ ἀνῆκεν ἡ γῆ καρπούς, καὶ κρίνονται ἀσεβείας· ἐνταῦθα δύο ὄντων ἀδικημάτων ἰσοστασίων, τοῦ τε κατασκάψαι τὴν πόλιν καὶ τοῦ γεωργῆσαι, ποιήσομεν ἐξ ὑποδιαιρέσεως προοίμιον οὕτως ῾εἰ μὲν οὖν καὶ διὰ τὸ κατασκάψαι τὴν πόλιν ἔδοσαν αὐτοὶ δίκην, ὀρθῶς ἂν ἐγένετο· νῦν δὲ πολλῷ πλέον, ὅτε καὶ γεωργῆσαι διέγνωσαν ἣν κατέσκαψαν πόλινʼ. οὐ μέντοι ἡ ἑνὸς πράγματος εἰς λεπτὸν τομὴ προοίμιόν ἐστιν ἐξ ὑποδιαιρέσεως, ἀλλὰ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐξ ὑποδιαιρέσεως κατασκευή· οἷον ἔπεισεν ἐν λιμῷ καὶ πολιορκίᾳ ῥήτωρ τὴν ἄχρηστον ἡλικίαν ἀποκτεῖναι, γέρων λαθὼν ἠρίστευσεν, αἰτεῖ εἰς τὸ γέρας τὸν ῥήτορα· ἐνταῦθα τὸ ἀδίκημα ἕν, τὸ τὰ γένη διαφθαρῆναι, ἐξ ὑποδιαιρέσεως δὲ εἰ λέγοι ‘εἰ γὰρ μόνους τοὺς πατέρας ἔπεισεν ἀποκτεῖναι ἢ μόνας τὰς γυναῖκας, ἄξιος ἦν θανάτου’, οὐ προοίμιον λέγει, ἀλλὰ κατασκευάζει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους. Δεύτερον ἐξ ὑποδιαιρέσεως μάθημα οὕτως εὑρίσκεται, ἐν ᾧ ποιοῦμεν προοίμιον. ἐνίοτε τοῖς προσώποις καὶ πρὸ τῶν πραγμάτων ἴδιαι παρακολουθοῦσιν ὑπολήψεις, οἷον Αἰσχίνῃ, Δημοσθένει, δεύτεραι δὲ αἱ ἐπισυμβαίνουσαι ἀπὸ τῶν πραγμάτων. ὅταν οὖν εὕρωμεν ἐν προβλήματι τὰς ὑπολήψεις ἑκατέρας περὶ τὸ ἓν πρόσωπον, τήν τε φύσει προσοῦσαν καὶ τὴν ἐπιγενομένην, ὑποδιαιροῦντες λέγομεν ὡς ἐν ἐκείνῳ τῷ προβλήματι· Δημάδης πρεσβεύσας παρὰ τὸν Φίλιππον, καὶ ἐρομένου ποταπαί εἰσιν αἱ Ἀθῆναι τοῦ Μακεδόνος, ἐπὶ τῆς τραπέζης αὐτὰς κατέγραψε καὶ ἐπανελθὼν ὕβρεως κρίνεται· οἷον ῾‘καὶ διὰ τὸν ἄλλον μὲν βίον, ὦ Ἀθηναῖοι, τὸν προσόντα Δημάδῃ καὶ τὴν προδοσίαν ἄξιον ἦν κολάσαι τοῦτον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὰ νῦν αὐτῷ γεγενημένα, ἐξ ὧν αἰσχύνην ὁμοῦ καὶ ζημίαν περιῆψε τῇ πόλει’. γίνεται δὲ καὶ ἐπὶ τῶν ἰδιωτικῶν τοῦτο πολλάκις, ἂν ἔχωμεν ἢ μάγον ἢ τελώνην ἢ πορνοβοσκόν· οἷον πορνοβοσκὸς τὰ τῶν Μουσῶν ὀνόμιατα ταῖς ἑταίραις τίθεται καὶ κρίνεται ἀσεβείας· λέγομεν γὰρ οὕτως ῾ἄξιον μὲν ἦν τὸν πορνοβοσκὸν καὶ διὰ τὸν ἄλλον μισεῖσθαι βίον πονηρὸν ὄντα καὶ δὴ καὶ τιμωρίας ἄξιον, οὐχ ἥκιστα δὲ νῦν, ὅτε καὶ ἠσέβησεν εἰς τὰς θεάς᾿ . Τρίτον ἐξ ὑποδιαιρέσεως μάθημα εἰς προοιμίων εὕρεσιν, ὃ καλεῖται τοῦ ἀθρόου πρὸς τὸ μέλλον · γίνεται δέ, ὅταν κακοῦ τινος τολμηθέντος λέγῃς δεῖν τὸν εἰργασμένον δοῦναι τιμωρίαν καὶ διὰ τὸ τετολμημένον καὶ ἵνα μὴ πάλιν τολμηθῇ. δεῖ δὲ τὸ τοῦ ἀθρόου πρὸς τὸ μέλλον ποιεῖν τότε, ὅταν ἢ τὸ μηδεπώποτε γεγονὸς τοῦτο συμβὰν παθεῖν πάλιν φυλαττώμεθα ἢ ὅταν τὸ αὐτὸ πράττηται πολλάκις. τὰ δὲ παραδείγματα σαφεστέραν ποιεῖ τὴν τέχνην· πολλοὶ τυραννοῦσιν ἐκ τοῦ αὐτοῦ γένους, καὶ γράφει τις ἐλαύνειν τὸ γένος· ἐνταῦθα καλλίστην χώραν ἔχει τὸ προοίμιον, ἐὰν λέγωμεν οὕτω ῾καὶ τῶν γεγενημένων μὲν εἵνεκα τυραννίδων καλῶς ἂν ἔχοι μισοῦντας τὸ γένος τῆς πόλεως ἐκβάλλειν τιμωροῦντας αὐτοὺς ὑπὲρ ὧν ἐπάθομεν, οὐχ ἥκιστα δὲ καὶ τοῦ μέλλοντος πρόνοιαν ποιουμένους, ἵνα μὴ τοῖς ὁμοίοις περιπίπτωμεν ἀείʼ. καὶ πάλιν· ἐμίχθη τις ταριχευομένῳ σώματι, καὶ γράφει τις λελύσθαι τὸν τῆς ταριχείας νόμον· καὶ γὰρ ἐκεῖ δυνάμεθα λέγειν ῾ἵνα μὴ πάλιν γένηταιʼ.