Ancient Greek
Section 94
Hero of Alexandria, Belopoeica 94
Not analysed yet
94 τὸν τρόπον τοῦτον. ἐγκείσθαι δεῖ παραλληλόγραμμον ὀρθογώνιον τὸ ΑΒΓ∠, διπλῆν ἔχον τὴν ΑΒ τῆς ΒΓ, καὶ ἐπιζευχθείσης τῆς ΑΓ, παράλληλον ἀγαγεῖν δεῖ ταύτῃ διὰ τοῦ ∠τὴν ∠Ε, καὶ ἔσται τὸ σχῆμα τοῦ περιτρήτου τὸ ΑΓΕ∠· ἐπιζευχθείσης δὲ καὶ τῆς ΑΒ, περὶ κέντρον τὸ Ζ κύκλον γράψαι ἴσον τῷ τρήματι τῷ τὸν τόνον δεχομένῳ, καὶ διὰ τούτου τοῦ κύκλου ἐκκόψαι τὸ εἰρημένον τρῆμα· ἀγαγόντα δὴ ταῖς Α∠ΓΕ παραλλήλους τὰς ΗΘΚΛ ἀπολαμβανούσας πρὸς τὰς Α∠ΓΕ πλάτη τὰ αὐτὰ τοῖς πάχεσι τοῦ παραστάτου καὶ ἀντιστάτου, ἐκκόψαι τὰ τρήματα τοῖς τόρμοις ἀραρότα τοῦ τε παραστάτου καὶ τοῦ ἀντιστάτου τὰ Μ, Ν, Ξ, Ο, μὴ διʼ ὅλου δὴ τοῦ πάχους τοῦ περιτρήτου, ἀλλὰ καταλείποντα τοῖς τορμικοῖς ὡς τὸ τρίτον μέρος τοῦ πάχους στερεώματος καὶ εὐπρεπείας ἕνεκα. καὶ τὰ περίτρητα δὲ δεῖ ποιεῖν ἐξ εὐτόνου |