Ancient Greek
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΕΡΙ ΑΥΤΟΜΑΤΟΠΟΙΗΤΙΚΗΣ.
Hero of Alexandria, De automatis 26.1
Not analysed yet
XXVI Ταῦτα μὲν οὖν οὕτω γίνεται. κλεισθέντος δὲ καὶ ἀνοιχθέντος τοῦ πίνακός φαμεν μηδὲν φαίνεσθαι πλὴν ἀέρος καὶ θαλάσσης γεγραμμένων καὶ μετὰ ταῦτα παραπλεῖν τὰς ναῦς. Ποιήσομεν οὖν καὶ τὰ περὶ τὸν πλοῦν οὕτως. ἐξ ἑκατέρου μέρους τῶν θυρῶν παρὰ τοὺς στροφεῖς ἕξει ὁ πίναξ τόπους κενοὺς καταπεφραγμένους ἐκ τοῦ κατὰ πρόσθεν ἰδίως ἀπεργαζομένους οἷον παραστάδων. ἐν δὲ τοῖς κενώμασι τούτοις ὑποπεφραγμένα σανίδια ἐπιτίθεται κανόνια ἔχοντα μέσα τετράγωνα ἰσόπλευρα εἰργασμένα καὶ ὀρθά, ὧν αἱ γωνίαι ἔσονται καταδεδεμέναι. ἔσονται δὲ ταῦτα ἐλάτινα, ἵνα μὴ λεπτὰ ὄντα διαστρέφωνται. καὶ κάτωθεν μὲν αὐτῶν ἔσται προσκείμενα πυρηνίδια χαλκᾶ ἔντορνα, οἷς ὑποκείσονται ἐμπυελίδια, ἵνα ὦσιν εὔστροφα, ἄνωθεν δὲ στρογγύλα ἐργασθέντα καὶ λεῖα. καὶ ἄνωθεν τῆς πλευρᾶς τοῦ πλινθίου τρυπηθείσης διωθήσεται, ὥστε μὴ σφίγγειν μήτε λίαν εὔλυτον εἶναι ὡς στρέφεσθαι. τούτων γενομένων δεῖ χάρτην λαβόντα λεπτότατον τῶν βασιλικῶν καλουμένων ἀποτεμεῖν αὐτοῦ τὸ μῆκος, ἡλίκον ἂν περιέχῃ ὕψος τὸ τοῦ πίνακος ἔδαφος ἕως τῶν ὀθονίων τῶν συνειλημένων καὶ ἀποτεμνόντων τὸν ὀμφαλὸν τοῦ χάρτου προσκολλῆσαι αὐτὸν πρὸς τὸν κανόνα τὸν ἐκ δεξιῶν τοῦ πίνακος, ὥστε ἀντὶ τοῦ ὀμφαλοῦ τὸν κανόνα προσκεκολλῆσθαι, καὶ οὕτως ὑποστρέφοντα τὸ ὑπερέχον τοῦ πίνακος περιει λεῖν τὸν χάρτην περὶ τὸν κανόνα κεκλεισμένου τοῦ πίνακος. δεῖ δὲ ὑποκολλῆσαι ὑπὸ τὴν ἀρχὴν τοῦ χάρτου κανόνα σφόδρα λεπτὸν εἰργασμένον. ἔστω οὖν τὸ εἰλημένον παρὰ τὴν παραστάδα κεκρυμμένον, ὥστε ἀνεῳγμένου τοῦ πίνακος μὴ ὁρᾶσθαι. ἐναρτῶ οὖν σπάρτους λεπτὰς |εἰς τὸ κανόνιον τὸ πρὸς τῇ ἀρχῇ τοῦ χάρτου προσκεκολλημένον κάτωθεν παρὰ τὸ παραστάδιον τοῦ πίνακος, ἄλλην δὲ ἄνωθεν παρὰ τὸ ὑπερθύριον καὶ ἀποδίδωμι εἰς τὸν ἄλλον κανόνα τὸν ἐν τοῖς εὐωνύμοις μέρεσιν. οὐκοῦν ἐὰν περιάγωμεν τὸν κανόνα, ἐπισπάσεται τὰς σπάρτους· ἐπειληθήσονται γὰρ αἱ σπάρτοι ἐξηρτημέναι εἰς τὴν ἀρχὴν τοῦ χάρτου, καὶ· ἀκολουθήσει ὁ χάρτης. κεκλεισμένου οὖν τοῦ πίνακος ἕως τοσούτου ἐπιστρεφέσθω, ἕως ἂν ἐπικαλυφθῇ ὅλον τὸ ἔδαφος τῷ χάρτῃ. ἔσται δὲ οὗτος ἀέρα καὶ θάλασσαν ἔχων γεγραμμένα. ἵνα οὖν αὐτόματος παραγένηται ὁ χάρτης καὶ τῆς λείας βαρέως ἐπισπωμένης ταχεῖα παραγωγὴ γίνηται πρὸς τὸ πολὺ πλῆθος τῶν πλοίων παραπλεῦσαι, δεῖ προμηχανήσασθαι ταῦτα. Ἔστω γὰρ κατὰ τὸ ὄπισθεν μέρος φαινόμενος ὁ πίναξ ὁ ΑΒΓ∠, καὶ τοῦ κανόνος, περὶ ὃν ἑλίσσεται ὁ χάρτης, τὸ ὑπεράνω μέρος ἐξελίκτραν τετορνευμένην τὴν ΖΗ ,καὶ πρὸς τὸν πίνακα ἐπάνω τῶν ὑσπληγγίων καὶ τῶν ἀστερίσκων τῶν τὰ χερία κινούντων ἀποσπάσας μικρὸν περιτίθημι τύμπανον τὸ ΘΚ. ἐχέτω δὲ τὸ τύμπανον κατὰ κουρὰν μέρος κύκλῳ τετορνευμένον τρόχιλον. καὶ περὶ τὸν ἄξονα τοῦ τυμπάνου ἄλλον περιτίθημι ἄξονα μικρὸν προσαραρότα τῷ ἄξονι τὸν Μ, ὅπως συμφυῆ ὡς ἅμα στραφήσεται μείζονι τυμπάνῳ. περιειλήσας οὖν σπάρτον περὶ τὴν ΗΖ ἐξελίκτραν, ὅση μέλλει ἐξελίσσειν τὸν χάρτην, ὃν ἀποδίδωμι περὶ ἕτερον τροχίλον τῷ πρώτῳ τυμπάνῳ τὸν Μ περιειλῶ τὴν εἰς τὴν λείαν ἀποδεδομένην σπάρτον· ἔστω δὲ ἡ Ν. δῆλον οὖν ὅτι μικρὸν τῆς σπάρτου ἑλκυσθείσης ὑπὸ τῆς λείας πολὺ μέρος τοῦ χάρτου καὶ ταχὺ ἐπειληθήσεται. ἄξων δέ, ἐν ᾠ ἔχει τὸ τύμπανον, τὸ ΝΞ. χρὴ δὲ τοὺς ἀστερίσκους καὶ τὸ τύμπανον ἀνεμποδίστως κινεῖσθαι.