Ancient Greek · ~5 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΕΡΙ ΑΥΤΟΜΑΤΟΠΟΙΗΤΙΚΗΣ.
Hero of Alexandria, De automatis 27
Not analysed yet
XXVII Ὁ μὲν οὖν παράπλους οὕτω γίνεται. οἱ δὲ δελφῖνες ὁτὲ μὲν καταδύσονται, ὁτὲ δὲ φανήσονται κατὰ τὸν ὑπογεγραμμένον τρόπον. ἐκ τῆς κάτω πλευρᾶς τοῦ πλινθίου τῆς πρὸς τὸ θωράκιον ἡρμοσμένης μικρὸν ἀπὸ τῶν στροφέων ἀπολιπὼν ἐποίησα ἐκκοπὰς στενὰς ὡσεὶ γομφωτηρίων, ὥστε διαφαίνειν εἰς τὸ θωράκιον κάτω. καταλαβὼν σανίδα ἔγραψα τὰ δελφινάρια, ἡλίκα βούλομαι, καὶ περιέτεμον καὶ περιερρίνησα τὴν ἐκτὸς γραμμήν. ἔστω δὲ ἀξόνιον ὑπὸ τὰ στέρνα τοῦ δελφιναρίου, ἐν ᾧ ἔπηξα περόνην σιδηρᾶν καὶ εἰς τὰ στέρνα τοῦ δελφιναρίου. ἔστω εἰς τὴν ἐκκοπὴν ὀχούμενον ἐξ ἑνὸς μέρους τρόχιλος καθάπερ τὸ ὑπογεγραμμένον· ἡ δὲ ἐκκοπὴ ἡ ἐκ τῆς πλευρᾶς ἡ ΑΒ, ἄξων δὲ ὁ Γ ∠,τρόχιλος δὲ ὁ ΕΖ. τρυπῶ οὖν τὸν ἄξονα κατὰ τὴν ἐκκοπὴν κατὰ τὸ Θ καὶ ἐνέπηξα τὴν περόνην τοῦ δελφιναρίου. οὐκοῦν ἐάν τις περιάγῃ τὸν τρόχιλον τῇ χειρί, ὁτὲ μὲν καταδύσεται ὁ δελφινίσκος κάτω διὰ τῆς ἐκκοπῆς εἰς τὸ θωράκιον, ὁτὲ δὲ ἀναδύσεται ἐν τῷ πίνακι. ἵνα οὖν αὐτόματον τοῦτο γένηται, σπάρτον ἀπαγκυλώσας περιτίθημι περὶ τὸν τύλον τὸν ἐνόντα ἐν τῷ τροχίλῳ τὸν Ζ καὶ περιελίξας τὸν τρόχιλον ἀποδίδωμι εἰς τὴν λείαν. ὁ δὲ δελφινίσκος οὕτως ἐμπεπηγὼς ἔσται εἰς τὸν ἄξονα ὡς ἐφʼ οὗ ὁ Κ, πρὸς ὀρθὰς ὢν τῷ ἄξονι, ὁ δὲ Γ ∠ἄξων πρὸς ὀρθὰς τῷ θωρακίῳ.