Ancient Greek
Chapter 35
Hero of Alexandria, De mensuris 35.1
Not analysed yet
Ἔστω κύκλος, οὗ ἡ διάμετρος ποδῶν ῑδ· εὑρεῖν τὴν περίμετρον. ταῦτα καθάπαξ τρισσάκις καὶ τὸ ζ΄· γίνονται πόδες μδ. τὸ δὲ ἐμβαδόν· ταῦτα τὰ ῑδ ἐφʼ ἑαυτά· γίνονται πόδες ρ𝔮ϛ· ταῦτα ἑνδεκάκις· γίνονται πόδες ,βρνϛ· ὧν τὸ ιδ΄. γίνονται πόδες ρνδ .