Ancient Greek
Chapter 36
Hero of Alexandria, De mensuris 36.1
Not analysed yet
Ἔστω σφαῖρα ἔχουσα διάμετρον ποδῶν ῑδ· εὑρεῖν αὐτῆς τὸ στερεόν. ποίει οὕτως· τὰ ῑδ ἐφʼ ἑαυτά· γίνονται πόδες ρ𝔮ϛ· ταῦτα πάλιν ἐπὶ τὰ ῑδ· γίνονται βψμδ · ὧν τὸ κα΄ ἔστω τὸ στερεόν. τὴν δὲ ἐπιφάνειαν αὐτοῦ εὑρεῖν. ποίει οὕτως· τὴν διάμετρον ἐφʼ ἑαυτήν· ταῦτα ἑνδεκάκις· γίνονται πόδες ,βρνϛ· τούτων τὸ ιδ΄· γίνονται πόδες ρνδ· ταῦτα τετράκις· γίνονται πόδες χιϛ· ἐπειδὴ ἡ σφαῖρα δ κύκλων ἐμβαδὸν ποιεῖ .