Ancient Greek
4. Tabula Heroniana I. (Vide prol. § 15—20.)
Hero of Alexandria, Fragmenta Heroniana 1
Not analysed yet
. Ἡ πρώτη γεωμετρία, καθὼϲ ἡμᾶϲ ὁ παλαιὸϲ διδάϲκει λόγοϲ, τὰ περὶ τὴν γαιῶν μέτρηϲιν καὶ διανομὴν κατηϲχολεῖτο, ὅθεν καὶ γεωμετρία ἐκλήθη. ἡ γὰρ τῆϲ μετρήϲεωϲ ἐπίνοια παῤ Αἰγυπτίοιϲ εὑρέθη διὰ τὴν τοῦ Νείλου ἀνάβαϲιν· πολλὰ γὰρ χωρία φανερὰ ὄντα πρὸ τῆϲ ἀναβάϲεωϲ τῇ ἀναβάϲει ἀφανῆ ἐποίει, πολλὰ δὲ μετὰ τὴν ἀπόβαϲιν φανερὰ ἐγίνετο, καὶ οὐκέτι ἦν δυνατὸν ἕκαϲτον διακρῖναι τὰ ἴδια· ἐξ οὗ ἐπενόηϲαν οἱ Αἰγύπτιοι τήνδε τὴν μέτρηϲιν τῆϲ ἀπολειπομένηϲ ὑπὸ τοῦ Νείλου γῆϲ· χρῶνται δὲ τῇ μετρήϲει πρὸϲ ἑκάϲτην πλευρὰν τοῦ χωρίου ὅτε μὲν τῷ καλουμένῳ ϲχοινίῳ, ὅτε δὲ καλάμῳ, ὅτε δὲ πήχει, ὅτε δὲ καὶ ἑτέροιϲ μέτροιϲ· χρειώδουϲ δὲ τοῦ πράγματοϲ τοῖϲ ἀνθρώποιϲ ὑπάρχοντοϲ ἐπὶ πλέον προήχθη τὸ γεγονὸϲ ὥϲτε καὶ ἐπὶ τὰ ϲτερεὰ ϲώματα χωρῆϲαι τὴν διοίκηϲιν τῶν μετρήϲεων καὶ τῶν διανομῶν.