Ancient Greek
II. Fragmenta de mensuris cubicis. (Vide prol. § 38. 39.), Section 1
Hero of Alexandria, Fragmenta Heroniana 1-11
Not analysed yet
Πλοῖον οὗ τὸ μὲν μῆκοϲ πηχῶν κδ΄, ἡ δὲ βάϲιϲ πηχῶν ϛ΄, ἡ δὲ κάτω βάϲιϲ πηχῶν δ΄ εὑρεῖν πόϲα κεράμια χωρεῖ· ποίει οὕτωϲ· τὴν βάϲιν ἐπὶ τὴν βάϲιν γίνονται κδ′ ταῦτα πάλιν ἐπὶ τὰ κδ΄ τοῦ μήκουϲ γίνονται φοϛ΄· τούτων ἀεὶ τὸ γ″ γίνονται ρ(??)β′· ταῦτα ϲύνθεϲ μετὰ τῶν φοϛ΄· γίνονται ψξη΄, ἅπερ εἰϲὶ κεράμια· χωρεῖ δὲ τὸ κεράμιον μοδίουϲ ι′ γίνονται μόδιοι ζχπ΄· τοϲούτουϲ μοδίουϲ χωρεῖ τὸ πλοῖον.