Ancient Greek
8. Tabula Heroniana V. (Vide prol. § 24—27.)
Hero of Alexandria, Fragmenta Heroniana 12
Not analysed yet
. Ἡ ὀργυιὰ μεθ᾿ ἧϲ μετρεῖται ἡ ϲπόριμοϲ γῆ ἔχει ϲπιθαμὰϲ βαϲμικὰϲ θ´ δ˝, ἢ πόδαϲ ἕξ καὶ ϲπιθαμὴν α´ δ˝, παλαιϲτὰϲ ἤγουν γρόνθουϲ κζ´ καὶ ἀντίχειρον· τουτέϲτι τοὺϲ μὲν κϛ´ ἐϲφιγμένηϲ οὔϲηϲ τῆϲ χειρόϲ, τὸν δὲ τελευταῖον ἢ πρῶτον ἡπλωμένου καὶ αὐτοῦ τοῦ μεγάλου δακτύλου τῆϲ χειρόϲ, ὃϲ δὴ καὶ λέγεται τέταρτον ϲπιθαμῆϲ, ἔχει δὲ δακτύλουϲ τρεῖϲ. μεθὸ δὲ ποιήϲειϲ ὀργυιὰν ἐν καλάμῳ ἢ ἔν τινι ξύλῳ. μετὰ τοῦτο ὀφείλειϲ ποιῆϲαι ϲχοινίον ἤγουν ϲωκάριον δεκαόργυιον καὶ οὕτωϲ μετρεῖν ὃν μέλλειϲ μετρῆϲαι τόπον· τὸ γὰρ ϲωκάριον τῆϲ ϲπορίμου γῆϲ δέκα ὀργυιὰϲ ὀφείλει ἔχειν, τοῦ δὲ λιβαδίου καὶ τῶν περιοριϲμῶν ιβ´.