Ancient Greek
Chapter 148
Hero of Alexandria, Liber geeponicus [Sp.] 148
Not analysed yet
Ἔστω ἑξάγωνος καὶ ἐχέτω τὴν διάμετρον ποδῶν κ΄· εὑρεῖν αὐτοῦ τὴν πλευράν· ποίει οὕτως· πάντοτε, καθὼς προεῖπον, τὴν διάμετρον καθολικῶς τριπλασιάζεις· γίνονται πόδες ξ΄· καὶ μέριζε· ὧν Ϛ″, ἐπειδὴ ἑξάγωνός ἐστι, γίνονται πόδες ι΄· τοσούτων ποδῶν ἔσται ἡ πλευρὰ τοῦ ἑξαγώνου.