Ancient Greek
Chapter 150
Hero of Alexandria, Liber geeponicus [Sp.] 150
Not analysed yet
Ἔστω ἑπτάγωνος καὶ ἐχέτω τὴν διάμετρον ποδῶν κ΄· εὑρεῖν αὐτοῦ τὴν πλευράν· ποίει οὕτως· πάντοτε τὴν διάμετρον καθολικῶς τριπλασίαζε· γίνονται πόδες ξ΄· ἄρτι μέριζε παρὰ τὴν πολύγωνον, τουτέστι παρὰ τὸν ζ΄· γίνονται η΄ Ϲ ιδ″· τοσούτων ποδῶν ἔσται ἡ πλευρὰ τοῦ ἑπταγώνου.